PG 147, col. 622

Ἔλεγχος αὐτῶν εἰς φυγὴν κακουργίας.
Ἐλὼν δὲ πάσας Ἀλέξανδρος τὰς πόλεις,
Ἀνδρόμαχον τίθησιν ὲν Σαμαρείᾳ.
Τοῦτον Σαμαρεῖς ἐξάγουσι τοῦ βίου.
Ἀλέξανδρος δὲ τοὺς Σαμαρείτας ἄρας,
Μακεδόνας ᾤκισε τοὺς πεφιλμένους. ”
Μόρος Ἰωὰδ, Ὀνίας θύτης γόνος.
’Μετὰ τὸν Ἀλέξανδρον είς τετραρχίαν
Ἀρχὴ πᾶσα τέτραπτο τοῖς μεγιστᾶτι,
Κ ρατεῖ δ’ Αἰγύπτου Πτολεμαῖος 6 Λόγος.
Ἐν Σαϐϐάτῳ δὲ τὴν πόλιν τῶν Ἐϐραίων
Πορθεῖ προφανῶς, καὶ πρὸς Αίγυπτον τρέχει.
Μετὰ δ’ ἐκεῖνον καὶ Φιλάδελφος γόνος,
Μεταφράσας ἄριστα βίϐλους Ἐϐραίων,
Φαληρεὺς Δημήτριος σὺν Ἀριστέα.
Λύσις δι’ αὐτῶν Ἐϐραίων ἀνδραπόδων
Μετὰ δ’ Ὀνίαν καὶ ΣίμωνἘλεάζαρ,
Πρὸς Ἀντιόχου καὶ κάκωσις Ἐϐραίων,
Καταστρατηγήσαντος τὸν Πτολε μαῖον.
Πτολεμαίου παῖς Ἐπιφανὴς τὴν θέσιν
Μετὰ στρατοῦ κράτησεν ἐν Παλαιστίνῃ,
Αὐτῷ τὸ λοιπὸν προστρέχουσιν Ἑϐραῖοι,
Πάλιν πρὸς Ἀντιόχου ἐξ ἐναντίου,
Ἀντιόχου παῖς καὶ γυνὴ Πτολεμαίου.
Κῆδος θυγατρὸς προὶξ Παλαιστίνης ὅροι,
ο Καὶ Πτολεμαῖος τὴν Θεοῦ κρατεῖ πόλιν.
Μετ’ Ἐλεάζαρ Μανασσῆς Θεῷ θύων,
Ἐπειτ’ Ὀνίας Σίμωνος φίλος γόνος.
Τὸν δασμὸν αἰτεῖ κατ’ ἔθνος Πτολε μαῖος,
'0 δ’ Ὀνίας δίδωσιν ἥκιστα φόρον,
Ὀργίζεται, πρόσεισιν Ἰωσὴφ φίλος,
Δαμπρῶς τιμᾶται καὶ τελωνεῖ κοσμίως.
Πτολεμαίῳ παῖς καὶ γενέθλια, φίλοι.
’Δνεισιν 6 παῖς Ἰωσὴφ νέμων χάριν,
Ὑρκανὸς αὐτὸς χάριν ἀρίστην φέρων,
Πρδς συγγόνων ἐνέδρα, καὶ τούτου μόρος,
Ἐπιφανοῦς τε μόρος τοῦ Πτολεμαίου,
Πάλιν 6 Ἀντίοχος εἱς Θεοῦ πόλιν,
Θύτης Ἰησοῦς καὶ Μενέλαος πάλιν,
υ ω δέ. ..τακέξςένδέδί εένηῖ
Φυγὰς 6 Μενέλαος ἐπ’ Ἀντιόχῳ,
Πρόσεισιν Ἀντίοχος, πορθεῖ τὴν πόλιν,
Τὸν πλοῦτον αὐτῆς ἐκφορεῖ, καταστρέφει,
Νόμους προλιπεῖν ὲκϐιάζει πατρίους,
Κυροῖ πάντας Ἕλληνα μιμεῖσθαι βίον.
Τότ’ Ἐλεάζαρ καὶ σοφοὶ Μακκαϐαῖοι
Ὠς ἀνδρικῶς ἔστησαν ὑπὲρ τοῦ νόμου,
Ἀσαμωναῖοι σὺν πατρὶ τῷ Ματθίᾳ,
Θῦσαι κελευσθὲν, Ἀπελλῆν δόντες φόνῳ
Πρὸς τὴν ἔρημον ἐκτρέχουσιν αὐτίκα,
Μεθ’ ὧν μυρίων ἀποφεύγουσι στῖφος.
Ἐν Σαϐϐάτῳ μάχη δὲ φυγάδων νίκη.
’Λνατροπὴ συμπάντων ἐν τῷ Σαϐϐάτῳ.
Μετὰ Ματθίαν Σίμων ό Μακκαϐαῖος
Στίφους κατάρχει τοῦ φιλοῦντος τὸν νόμον,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.