PG 147, col. 623

'0 δ’ Ἀντίοχος ἐκμαθὼν ἀποψύχει,
Kal μικρὸς Ἀντίοχος σὺν τῷ Λυσίᾳ
Σπονδαϊς πόλιν εῐσεισιν τὴν Θεοῦ τότε,
Ἐξ ἐλέφαντος Ἐλεαζάρου μόρος.
Kal φθείρεται Φίλιππος ἐξ Ἀντιόχου.
’Λλκιμος θύτης, καὶ φυγὰς δὲ Ὀνίας
Ἀνιστάς είς γῆν τῶν Αἰγυπτίων δόμων.
Τὸν Ἀντίοχον Λυσίας κτείνει πάλιν,
⁸0 Δημήτριος Σελεύκου τὸ παιδίον,
’Ἀλκιμος κινεῖ πρὸς Μακκαὸαϊον λόγους,
Kal Βακχίδης ἧκει δὲ πρὸς Δημήτριον.
Πράξων κακὸν τάχιστα τῷ Μακκαόαίῳ,
Ἀλλά πρὸς Ἀντιόχου ἐστράφη μάτην.
Καὶ Νικάνωρ κάτεισι σὺν δόλῳ πάλιν.
Μάχης δὲ πολλῆς συῤῥαγείσης ἐν πόλει,
Πίπτει Νικάνωρ σὺν λαοῦ πολλῷ στίφει,
⁸0 δ’ αὖ λαδς δίδωσι τῷ Μακκαϐαίῳ
Γέρας τδ λαμπρὸν καὶ ἀρχιερωσύνης.
Πάλιν Βακχίδης ἐμπεσὼν Μακκασαίῳ
Κτείνει τὸν ἄνδρα δραστικώτατον φύσει,
Καὶ τδ κράτος δίδωσι τοῖς ἐναντίοις,
Στρατδς ’ἰούδα τού καλοῦ Μακκαὸαίου,
Ἰωνάθαν ὅμαιμον αἱροῦνται κράτει,
Τούτου δὲ μάχη σύρρηξις ἐν Βακχίδι,
Nnc; μὲν οὐδείς. Ἰωνάθης εἰς ὅρος.
'0 δ’ αὖ Βακχίδης πρός Δημήτριον τρέχει.
Πάλιν Βακχίδης πρδς μάχην Ἰωνάθη,
Ἀλλά νικηθεὶς ἀφορᾷ πῖ)δῖ “Mica;
Kal πρὸς τὸν Δημήτριον αὖθις ἐκτρέχει.
Μάχη πρὸς Δημήτριον ἐξ Ἀλεξάνδρου,
Ἐπιφανοῦς γόνου δέ τοῦ Πτολεμαίου
Ἰωνάθης σύμμαχος ἐν Δημητρίῳ,
Εἶτα πρὸς Ἀλέξανδρον αίρεῑ φιλίαν,
η Δημητρίου θάνατος άπὸ τελμάτων.
Φιλοπάτορος θανόντος Πτολεμαίου,
Εὐεργέτης κατῆρξεν ό Πτολεμαῖος,
Μέχρι τούτων διαλαμϐάνει ἡ θεία Γραφὴ, τὰ δὲ ἑξῆς ἄχρι καὶ αὐτὴν ἅλωσιν Ἰερουσαλὴμ ὸΊώσηπος
'0 δ’ Ἀντίοχος ἀδελφὸς Δημητρίου
Μετὰ μάχην τε καὶ κάκωσιν μυρίαν
Σπονδάς τελῶν εἴσεισι τὴν θεοῦ πόλιν.
Εἶτα πρὸς αὐτοὺς ἐκστρατεύει τοὺς Πάρθους
Μετ’ Ἀντιόχου συμϐαλεῖν πρὶς Ἀρσάκην.
Kal κτείνεται μὲν Ἀντίοχος ἐν μάχῃ ·
Πολλὰς δ’ Ὑρκανὸς ὑποποιεῖτάι πὲλεις.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.