PG 150, col. 432

τοῦ ἱερέως πιστεύομεν, οὐχ ὡς ἀνθρωπίνῃ τιν“·,
ἀλλ’ὡς Θεοῦ δυνάμει θαρροῦντες. Οὐ γὰρ διά τὴν
εὐχόμενον ἄνθρωπον, ἀλλὰ διά τὸν ἐπακούοντα Θεόνο
οὐδ’ ὅτι ἐκεῖνος ἐδεήθη, ἀλλ’ ὅτιὴ ἀλήθεια ἐπηγ-
γείλατο δώσειν. ’Ὁτι δὲ 6 Χριστὸς ἔδειξεν ὡς βού-
λεται ταύτην ἀεὶ διδόναι τῆν χάριν, οὐδὲ λέγοι)
δεῖται. Διὰ τοῦτο γὰρ εἰς τὴν, γῆν ἦλθε, καὶ ἐτύθη,
καὶ ἀπέθανε. Διὰ τοῦτο θυσιαστήρια καὶ ἱερεῖς, καὶ
πᾶσα κάθαρσις καὶ πᾶσαι ἐντολαὶ, καὶ διδασκαλίαι καὶ
παραινέσεις, ἵνα τὴν τράπεζαν παραθῇ ταύτην ἡμῖν.
Διά τοῦτο καὶτοῦ Πάσχα ἐπιθυμῆσαι ἔλεγεν ἐκεῖνον,
ὅτι τοῦτο ἔμελλε τηνικαῦτα παραδιδᾶναι τὸ ἀληθ.ν’ν
,Β Πάσχα τοῖς μαθηταῖς⁹ διὰ τοῦτο ἐκέλευσε ι τοῦτο
ποιεῖν είς τὴν ἐμὴν ἀνάμνησιν, › ὅτι τούτο βούλεται
ῖερουργείσθαι ἀεὶ παρ’ ἡμῶν. Τίς οὖν ἔτι περὶ τοῦ
ζητουμένου τοῖς εὐχομένοις άμφιϐολογία γένοιτ’ ἂν,
εἰ λήψονται μὲν 6 δέονται οὗτοι λαϐεῖν· 6 δὲ δοῦναι
δυνάμενος διδόναι ἐπιθυμεῖς Οὕτως οἱ τὸν ἁγιασμδν
τῶν δώρων τῇ εὐχῇ πιστεύοντες, οὐτε τοῦ Σωτῆρος
τὰς φωνάς περιορῶσιν [οὔτε ἑαυτοῖς θαῤῥοῦσιν], οὐτε
ἀμφιϐόλου πράγματος τὸ μυστήριον ἐξαρτῶσι τῆς
ἀνθρωπίνης εὐχῆς, ὡς οἱ Λατῖνοι μάτην ἡμῖν ἐγκα-
λοῦσιν, ἐπεὶ καὶ τδ πανάγιον μύρον, ὃ τῇ θείᾳ. κοι·
νωνίᾳ 6 μακάριος Διονύσιός φησιν ὁμοταγές εἶναι,
τῇ εὐχῇ τελεῖται καὶ ἁγιάζεται. Καὶ ὼς εἴη τελεστικὴ
καὶ άγιαστικὴ, οὐδεμία τοῖς εὐσεϐέσιν άμφιδολῖαθ
t ο καὶι τοῦ ἱερέως χειροτονία τὸν ἴσον τρόπεν, καὶ ἡ
τοῦ ἀρχιερέως, διά τῆς εὐχῆς ἱερουργεῖται. ι ergo.
μεθα γάρ, φησιν, ὑπὲρ αὐτοῦ, ἵνα ἔλθοι ἐπ’ αὐτὸν ἡ
χάρις τοῦ παναγίου Πνεύματος ο ι μετὰ τὴν ἐπίθεσιν
τῆς χειρὸς 6 χειροτονῶν πρὸς τὸν κλῆρον βοᾷ. Καὶ
ἐν τῇ τῶν Λατίνων δὲ Ἐκκλησία τελουμένη χειρο-
τονίᾳ τοῦ ἱερέως, μετὰ τὸ ἐπιχέαι τὸ μύρον ἐπὶ τῆς
κεφαλῆς τοῦ χειροτονουμένου, ὁ τελῶν εὔχεται τὴν
χάριν τοῦ ἁγίου Πνεύματος ἐπ’ αὐ ιδν κατελθεῖν πλου-
σίαν · καὶ ἄφεσις ἁμαρτιῶν τοῖς μετανοοῦσι διά τῆς
εὐχῆς τῶν ἱερέων δίδοταιο καὶ τὸ τελευταῖον τοῦ
ἐλαίου μυστήριον ὡσαύτως ἡ τῶν ἱερέων εὐχὴ τε-
λεσιουργεῖ ο δ καὶ ιασιν σωματικῆς νόσου καὶ ἄφε-
σιν ἁμαρτιῶν τοῖς τελουμένοις δυνάται , ὡς ἠ ἀπο-
στολικὴ παράδοσις ἔχει. ι Ἀσθενεῖ γάρ τις ἐν ὑμῖν,
ι) φησὶ,προσκαλέσασθε τοὺς πρεσϐυτέρους τῆς Ἐκκλη.
σίας, καὶ προσευξάσθωσαν ὑπὲρ αὐτοῦ, ἀλείψαντες
αὐτὸν ἐλαίῳ, ἐν τῷ ὀνόματι τοῦ Κυρίου, καὶ ἡ εὐχὴ
τῆς πίστεως σώσει τὸν καμόντα, καὶ ἐγερεῖ αὐτὸν 6
Κύριος, κᾶν ἁμαρτίας πεποιηκὼς, ἀφεθήσεται αὐ-
τῷ. ι ΟΞ τοίνυν τὴν εὐχὴν ἐν τοῖς μυστηρίοις ἀπο-
δοκιμάζοντες, τί πρ³>ς ταῦτα ἐροῦσιν; Εἰ γὰρ ἄδηλον
τὸ παρὰ τῶν εὐχῶν, ώς αὐτοὶ λέγουσιν, ἄδηλον μὲν 6
ἱερεὺς, εί τοῦτο ἔστιν 6 καλεῖται· ἄδηλον δὲ τὸ
μύρον, εἰ δύναται ἁγιάζεινο καὶ οὕτως οὐδὲ τὸ
μυστήριον συνεστάναι δύναται τῆς ἱερᾶς κοινωνίας.
οὐτε ἱερέως άληθῶς ὄντος, οὐτε θυσιαστηρίου. Οὔτε
γὰρ παρὰ ἰδιώτου λεγόμενον τὸν τοῦ Κυρίου λόγον
τελεσιουργίαν φαῖεν ἂν οὐδ’ αὐτοὶ, οὐτε χωρὶς τοῦ
θυσιαστηρίου. Καὶ γάρ καὶ τὸ θωιαστῇριον ἰν ᾧ δεῖ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.