PG 150, col. 500

vere; quod beati martyres demonstrant, qui illud ἀπέθεντο καὶ τὰ μέλη σὺν ἡδονῇ, τοῦ Χριστοῦ δὲ
runt. Nam caput quidem ipsosque artus cum voluptate posucrnnt; a Christo autem ne voce qui-
Καὶ οὕτω λέγω τὸ καινότατον. Τί γὰρ ἂν ἄλλῳ
συνάπτοιτο μᾶλλον ἢ αὐτὸ ἑαυτῷ; ἀλλὰ καὶ αὕτη ἡ
ἐνότης τῆς συναφείας ἐκείνης ἔλαττον ἔχει. Τῶν γὰρ
πνευμάτων τῶν μακαρίων ἕκαστόν ἐστι μὲν ἐν καI
ταὐτὸ ἐαυτῷ, συνῆπται δὲ τῷ Σωτῆρι μᾶλλον ἢ ἐαυ-
τῷ· φιλεῖ γὰρ τὸν Σωτῆρα μᾶλλον ἢ ἐαυτὸ, καὶ
μαρτυρήσει τῷ λόγῳ Παῦλος εὐχόμενος ἀνάθεμα
εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῆς σοφίας τῶν Ἰουδαίων,
ἴνʼ ἐκείνῳ προσθήκη γένηται δόξης. Κἰ δὲ τὸ τῶν
ἀνθρώπων φίλτρον τοσοῦτον, τὸ θεῖον οὐδʼ ἔστι λο-
γίσασθαι. Εἰ γὰρ οἱ πονηρεἐ τοσαύτην ἐπεδείξαντο
τὴν εὐγνωμοσύνην, τί χρὴ περὶ τῆς ἀγαθότητος
ἐκείνης εἰπεῖν; Οὕτω δὲ ὑπερφυοῦς ὄντος τοῦ ἔρω-
τος, ἀνάγκη καὶ τὴν συνάφειαν, πρὸς ἢν συνήλασε
τοὺς ἐρῶντας, τὴν διάνοιαν τὴν ἀνθρώπειαν κάτω
τιθέναι, ὥστε μηδὲ πρὸς παράδειγμα ἀνενεχθῆναι
,,δυνατὴν εἶναι. Σκοπῶμεν δὲ καὶ τόνδε τὸν τρόπον.
Πολλῶν ὄντων, οἶς συνεῖναι κατὰ τὸν βίον
ἀνάγκχῃ, ἀέρος, φωτὸς, τροφῆς, ἱματίων, αὐτῶν τῶν
ἐν τῇ φύσει δυνάμεων καὶ μελῶν, οὐδενὶ τῶν πάν-
των ἐκάστοτε καὶ πρὸς ἅπαντα κεχρῆσθαι καὶ συν-
εἴναι συμβαίνει, ἀλλὰ νῦν μὲν τούτῳ,νῦγνξδʼ ἐκείνῳ.
πρὸς τὴν ἀεὶ παροῦσαν χρείαν ἄλλοτε ἄλλου βοη-
θοῦντος. Τὸ γὰρ ἱμάτιον ἐνδυόμεθα μὲν, τροφὴ δὲ
οὐκ ἂν εἴη, ἀλλὰ τραπέζης δεηθεῖσιν ἄλλο τι ζητεῖν
ἀνάγκη. Καὶ τὸ μὲν φῶς οὐ δίδωσιν ἀναπνεῦσαι, ὁ
δὲ ἀὴρ οὐκ ἂν γένοιτο ἡμὶν ἀντὶ τῆς ἀκτῖνος, καὶ
τῶν αἰσθήσεων δὲ ταῖς ἐνεργείαις καὶ τῶν μελῶν
οὐκ ἀεὶ πάρεσμεν οὐδὲ χρώμεθα, ἀλλὰ καὶ ὁ ὀφθαλ-
μὸς ἐνίοτε καὶ χεὶρ ἀργός ἐστιν, ἀκοῦσαι δεῆσαν,
καὶ ἅψασθαι μὲν βουλομένοις ἡ χεὶρ ἀρκέσει, ὀσφραν-
θῆναι δὲ ἢ ἀκοῦσαι ἢ ἰδεῖν οὐκ ἄν ἔτι, ἀλλὰ ταύτην
ἀφέντες εἰς ἄλλην ὀρῶμεν δύναμιν. Ὁ δὲ Σωτὴρʼ
τοῖς ἐν αὐτῷ ζῶσιν οὕτως ἀεὶ κατὰ πάντα σύνεστι
τρόπον, ὥστε πᾶσαν χρείαν παρέχει καὶ πάντα αὐ-
τοῖς ἐστι, καὶ οὐκ ἐᾷ πρὸς ἄλλο τι τῶν πάντων ἰδεῖν
οὐδὲ ζητεῖν ἐτέρωθεν οὐδέν. Οὐ γὰρ ἔστιν οὗ δεη-
θεῖσιν, ὅπερ οὐκ αὐτός ἐστι τοῖς ἀγίοις· καὶ γεννᾷ
γὰρ καὶ αὕξει καὶ τρέφει καὶ φῶς ἐστι καὶ πνοὴ,
καὶ πλάττει μὲν αὐτοῖς ὀφθαλμὸν ἑαυτῷ, φω-
τίζει δὲ ἑαυτῳ πάλιν, παρέχει δὲ ὁρᾷν ἑαυτόν. Καὶ
τροφεὺς ῶν καὶ τροφή ἐστι, καὶ αὐτὸς μέν ἐστιν ὁ
παρέχων τὸν ἄρτον τῆς ζωῆς, αὐτὸς δέ ἐστιν δ
παρέχει· καὶ ζωὴ μέν ἐστι ζῶσιν, ἀναπνέουσι δὲ
μύρον, ἱμάτιον δὲ ἐνδύσασθαι βουλομένοις. Καὶ μὴν
αὐτὸς μέν ἐστι, ῷ δυνάμεθα βαδίζειν, αὐτὸς δέ ἐστιν
ἡ ὁδὸς, καὶ πρός γε ἔτι τὸ κατάλυμα τῆς διῦ καὶ
τὸ πέρας. Μεληἐσμὲν, ἐκεῖνος κεφαλή· ἀγωνίζεσθαι
δόον συναγωνίζεται, εὐδοκιμοῦσιν ἀγωνοθέτης ἐστί
νικιμεν, στέφανος ἐκεῖνος τὐθυς. Οὕτω πανταχό-
stram ad scipsum advertit, ncc ad aliud patitur θεν πρὸ; ἐαυτὸν ἐπιστρέφει, κ-ὶ οὐκ ἐᾷ προσχεῖν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.