PG 150, col. 509

κεφαλήν, τοῖς δὲ οὔτε ἐδόκει δεινὸν οὐδὲν τὰ παρ-
όντα, καὶ ἥδοντο δουλεύοντες. Οἶοι καὶ ἐπὶ τῶν
ἡμερῶν ἐκείνων ἐγένοντο τῶν μακαρίων, οἶ τὸν
ἥλιον ἐπ’ αὐτῶν ἁνατείλαντα οὔτε ἐδέξαντο καὶ ἁπο-
σσὲσαι ἐπεχείρησαν οἷς ἐξῆν, δι’ ὧν ᾠήθησαν δυνη-
θῆναι ἀφανίσαι τὴν ἀκτῖνα πάντα ποιοῦντες. Ὅθεν
καὶ oi μὲν ἐλύθησαν τῆς ὲν ᾅδου τυραννίδος τοῦ
βασιλέως φανέντος, oi δὲ ἔμειναν ἐπὶ τῶν δεσμῶν.
Καθάπερ ἐπὶ τῶν νοσούντωνοῖ τὴν θεραπείαν ἐκ
παντὸς τρόπου ζητοῦσι καὶ τὸν ἰατρδν ἡδέως ὁρῶσι
τῶν μηδὲ είδότων ὅτι νοσοῦσι καὶ πρὸς τὰ φάρμακα
ὰποπηδώντων ἀμείνους καὶ ἁνεκτο-έρονς εἶναι cup-
ϐαίνει · τούτους γὰρ 6 ἰατρὸς, οἶμαι,καὶ ὑγιαίνονι
τας ἤδη προσερεῖ καὶ μήπω ὑγιάσας, εἴ γε μή
σύνοιδεν ἑαυτῷ τὴν τέχνην τῆς ἀρρωστίας ἐλάττω ο
τοῦτον τὸν τρόπον καὶ δικαίους καὶ φίλους ἐνίους
ἐπὶ τῶν χρόνων ἐκείνων ἐκάλεσεν 6 Θεός. Τὰ γὰρ
παρ’ ἑαυτῶν εἰσέφερον πάντα καὶ τήν δυνατὴν ἐπε-
δείξαντο δικαιοσύνην, ὅπερ λυθῆναι μὲν ἀξίους
ἐποίησε τοῦ λῦσαι δυναμένου φανέντος. ἔλυσε δὲ οὑ-
δαμῶς. Καίτοι εί τοῦτο ἦν ἀληθὴς δικαιοσύνη. καὶ
αὺτοὶ ἂν ἦσαν ι ὲν εἰρήνῃ καὶ ἐν χειρὶ Θεοῦ, ι Σο-
λομὼν εἷπε, 1:6 σῶμα ἀνατιθέμενοι τοῦτο· νῦν δὲ
ἀπερχομένους ἐνθένδε ᾅδης ἐξεδέχετο. Τήν γὰρ ἀληθῆ
δικαιοσύνην καὶ τὴν πρὸς Θεὸν ἑταιρίαν οὐχ ὑπερό-
ριον οὖσαν κατήγαγεν 6 Δεσπότης ἡμῶν, ἀλλ’ αὑτὶμς
εἰσήγαγεν είς τὸν κόσμον, καὶ τὴν φέρουσαν εἰς
τὸν οὐρανὸν οὐκ οὖσαν εὗρεν, ἀλλ’ αὐτὸς ἔτεμεν. El
γὰρ ἦν, καὶ ἄλλος ἂν ἔτεμε τῶν προτέρων · νῦν δὲ
ξ Οὐδεὶς ἀναϐἐόηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ 6 ἐκ
τοῦ οὐρανοῦ καταῦἒις, 6 Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ὲν
τῷ οὐρανῷ. ι Ὅπου-γὰρ ἄφεσιν ἁμαρτιῶν καὶ δίκης
ἀπαλλαγὴν οὐκ ἦν εὑρεῖν πρὸ τοῦ σταυροῦ, τί χρὴ
περὶ δικαιοσύνης νομίζεινς Οὐ γὰρ ἦν ἀκόλουθον,
οἶμαι, πρὶν καταλλαγῆναι μετὰ τοῦ χοροῦ τῶν φί-
λων ἑστάναι καὶ δεσμὰ περικειμένους ἔτι ἐστεφα-
νωμένους ἀνακηρύττεσθαι ο ὅλως δὲ εί τὸ πᾶν ήνυσεν
6 ἀμνὸς ὲκεῖκος, τί τῶν δευτέρων ἔδει τούτωνς Τῶν
γὰρ τύπων καὶ τῶν εἰκόνων τήν ζητουμένην εὐδαι-
’μονίαν εἰσενεγκόντων μάτην ἡ ἀλήθεια καὶ τὰ πρὰ- Ῑ)
γματα. Τό γε μὴν διὰ τοῦ θανάτου τοῦ Χριστοῦ τὴν
ἔχθραν καταλυθῆναι, ’καὶ τὸ μεσότοιχον ὲκ μέσου
γενέσθαικαὶ εἰρήνην καὶ δικαιοσύνην ἐπὶ τῶν τοῦ
Σωτῆρος ἡμερῶν ἀνατεῖλαι καὶ πάντα ταῦτα, τίνα
ἂν ἔτι χώραν ἔχοι, εί φίλοι Θεοῦ καὶ δίκαιοι πρὸ
τῆς θυσίας ἦσαν ἐκείνης Τεκμήριον δὲ κάκεῖνο.
Τ ὶτε μὲν γὰρ νόμος ήμᾶς τῷ Θεῷ συνῆπτε, νῦν δὲ
πίστις καὶ χάρις καὶ ετ τι τούτων ἔχεται. Δῆλον γὰρ
ἐντεῦθεν τηνικαῦτα μὲν δουλείαν, νῦν δὲ⁴ υίότητα
καὶ φιλίαν τζν τῶν ἀνθρώπων πρὸς Θεὸν κοινωνίαν
εἶναι · 6 μὲν γὰρ νόμος τοῖς δούλοις, φίλων δὲ καὶ
υἱῶν ἡ χάρις καὶ ή πίστις καὶ τὸ θαρρεῖν. Ἐξ ὧν
" Exod. xu, seqq. ³⁸ Ephes. ιι, ll, l6.
³³ Joan ιιι, 13.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.