PG 150, col. 508
νωνία. Τούτου χάριν τὰ ίερώτατα μυστήρια πύλαι
ἂν είκότως καλοῖντο δικαιοσύνης, ὁτιή τοῦ Θεοῦ
περὶ τὸ γένος ἐσχάτη φιλανθρωπία καὶ ἀγαθότης.
ἥτις ἐστὶν ἡ θεία ἀρετὴ καὶ δικαιοσύνη, ταύτας
ἡμῖν είς τὸν οὐρανὸν εποίησε τὰς εἰσόδους.
Καὶ μὴν καὶ ἕτερον τρόπον κρίσει τινὶ καὶδικαιο-
σύνῃ τοῦτο τὸ τρόπαιον ἔστησεν ὁ Κύ ριος, καὶ ταύ-
την ἡμῖν ἔδωκεν τὴν πύλην καὶ τὴν ὀδόν. Ού γὰρ
ἥρπασε τοὺς αἰχμαλώτους, ἀλλά λύτρον ἔδωκε καὶ
ἔδησε τὸν ίσχυρὶν, ού τῷ μείζω δύναμιν ἔγειν,
ψήφῳ δὲ δικαίᾳ κατακριθέντα, καὶ ἐϐασίλευσεν ἐπὶ
τὸν οἷκον Ἰακὼϐ, ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων τὴν
τυραννίδα λύσας. οὐχ ὅτι ἐδύνατο λῦσαι, ἀλλ’ ὅτι
λυθῆναι δίκαιον ἦν. Καὶ τοῦτο ἐμήνυσεν ὲν οἷς εἶπε,
ι Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου. ι Οὐ
δικαιοσύνη δὲ μόνον ταύτας διεῖλε τάς πύλας, ἀλλά
δικαιοσύνη δι’ αὐτῶν είς τὸ ἡμέτερον ἀφίκετο γέ-
νος. Ἐπὶ μὲν γὰρ τῶν προτέρων χρόνων, πρὶνῆ
τὸν Θεὸν είς τοὺς ἀνθρώπους ἐπιδημῆσαι, οὐκ ἦν
εὑρεῖν δικαιοσύνην ἐπὶ τῆς γῆς. Αὐτὸς γὰρ ἐκ τοῦ
ούρανοῦ διέκυψε καὶ ἐζήτησεν ὁ Θεὸς, ὄν λαθεῖν οὐκ
ἐνῆν, εἴπερ ὅλως ἦν, καὶ ὅμως οὐχ εὗρε ’ ι Πάντες
γὰρ, φησὶν, ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἐστι
ποιῶν χρηστότητα, οὐκ ἔστιν ἓως ἑνός. ι Ἐπεὶ δὲ ή
ἀλήθεια ὲκ τῆς γῆς ἀνέτειλε τοῖς ἐν τῷ σκότει τοῦ
ψεύδους καὶ τῇ σκιᾷ καθημένοις, τηνικαῦτα καὶ ἡ
δικαιοσύνη ὲκ τοῦ οὐρανοῦ διέκυψεν ἄρτι πρώτως
ἀληθῶς καὶ τελείως τοῖς ἀνθρώποις φανεῖσα ’ καὶ ὲδις
καιώθημεν, πρῶτον μὲν τῶν δεσμῶν καὶ τῆς εὐθύνης
ἀπαλλαγέντες, τοῦ μηδὲν ἀδικηκότος ὑπὲρ ἡμῶν
ἀπολογησαμένου τῷ διὰ σταυροῦ θανάτῳ, καθ’ ὃν
ἔδωκε δίκην ὑπὲρ ὧν ἡμεῖς ἐτολμήσαμεν, ἔπειτα
καὶ φίλοι θεοῦ καὶ δίκαιοι κατέστημεν διὰ τὸν θά-
νατον ἐκεῖνον. Ού γὰρ ἔλυσε μόνον καὶ τῷ Πατρὶ
κατήλλαξεν ἀποθανὼν ὁ Σωτὴρ, ἀλλά καὶ ι ἔδωκεν
ἡμῖν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, ι συνάψας μὲν
ἐαυτῷ τὴν φύσιν τὴν ἡμετέραν διὰ τῆς σαρκὸς, ἣν
ἀνείλετο, συνάπτων δὲ ἡμῶν ἕκαστον τῇ ἑαυτοῦ
σαρκὶ τῇ δυνάμει τῶν μυστηρίων. Καὶ τοῦτον τὸν
τρόπον τὴν ἑαυτοῦ δικαιοσύνην καὶ τὴν ζωὴν ὲν ταῖς
ἡμετέραις ἀνατέλλει ψυχαῖς · οὕτω τὴν ἀληθῆ δικαιο-
σύνην διὰ τῶν μυστηρίων τῶν ἱερῶν ἐξεγένετο
καὶ γνῶναι τοῖς ἀνθρώποις καὶ κατορθῶσαι.
Ei γὰρ πολλοὶ δίκαιοι καὶ φίλοι θεοῦ παρά τῇ
Γραφῇ πρὶν ἀφῖχθαι τὸν δικαιοῦντα καὶ διαλλάτ-
τοντα, ἐκεῖνο λογίζεσθαι χρὴ, μάλιστα μὲν ὲν τῇ
γενεᾷ αὐτῶν, ἔπειτα καὶ διὰ τὸ μέλλον, ὅτι οἷοί τε
ἐγένοντο καλ⁸ παρασκευάσθησαν ἀνασχούση προσ-
δραμεῖν τῇ δικαιοσύνῃ καὶ λυθῆναι μὲν τοῦ λύτρου
καταϐληθέντος, ἰδεῖν δὲ τοῦ φωτὸς φανέντος, ἁνα-
στῆναι δὲ τῶν τύπων τῆς ἀληθείας ἁναδειχθείσης.
Καὶ τούτῳ διήνεγκαν 0i δίκαιοι τῶν πονηρῶν, tv
τοῖς αὐτοῖς σχεδὸν ἐκείνοις ὄντες δεσμοῖς καὶ τὴν
αὐτὴν ὑφιστάμενοι τυραννίδα, ὅτι οἱ μὲν πρὸς τὸν