PG 150, col. 516

ἵνα καὶ τοῦτο πτωχείας αὐτῷ γέμῃ καὶ ἀτιμίας,
ὼσὰν τῷ μὲν ὅλως πραθῆναι τά δούλων ὐπομεὶνας
τὸ ὑϐρισθῆναι ϊιερδάνῃ. Κέρδος γὰρ ἡγεῖτο τὴν ὑπὲρ
ἡμῶν ἀτιμίαν · τῷ δὲ ὀλίγου τινὸς αίνίξηται προῖκα
καὶ δῶρον είς τὸν ὑπὲρ τοῦ κόσμου θάνατον ἀφιγμέ-
.νος. Ἐκὼν ἀπέθανε, μηδένα μηδὲν ἀδικήσας, οὔτε
τοῦ βίου ’ἑνεκα οὗτε τῆς είς τὸ κοινὸν πολιτείας, χαι
ρίτων ὑπάρξας τοῖς φονευταῖς τῶν ἐπιθυμιῶν καὶ
τῶν ἐλπίδων πολλῷ μειζόνων.
Β Καὶτί δὴ ταῦτα λέγω ιΘεδς ἀπέθανεν · αἷμα Θεοῦ
τὸ χεθὲν ἐπὶ τοῦ σταυροῦ. Τί τιμιώτερον τούτου γὲ-
νοιτ’ ἂν τοῦ θανάτου ; τί φρικωδέστερον; Τί τοσοῦ-
τον ἥμαρτεν ἡ τῶν ἀνθρώπων φύσις, ὅσον λύειν
ε’χεν ὴ δίκης Πηλίκον ἂν ἦν τὸ τραῦμα, ὥστε ἁν-
τίρροπον γενέσθαι τῇ τοῦ φαρμάκου τούτου δυνάμει;
Ἔδει μὲν γὰρ τιμωρίᾳ τινὶ τὴνιᾶιμαρτίαν καταλυθῆ-
ναι, καὶ ὦν πρὸς Θεὸν ὲξημάρτομεν, τὴν ἀξίας δόνο
τας δίκην ἀπηλλάχθαι τῶν ἐγκλημάτων. ’0 γὰρ
τιμωρησάμενος οἷς ἐπήνεγκε δίκην, ἐγκαλοίη περὶ
τῶν αὐτῶν οὐκ ἀν ἔτι · ἀνθρώπων δὲ οὐδεὶς ἦν, ὃς
εὐθύνης καθαρὸς ὢν αὐτὸς ὑπὲρ τῶν ἀλλων ἔπαθεν
ἂν, ὅπου γε οὐδὲ ἑαυτῷ τις ἢρκεσεν, οὐδὲτὸ γένος
ᾶπαν, εί μυριάκις ἐξῆν ἀποθανεῖν, τὴν γενομένην
ἀπέτισε δίκην. Τί γάρ ἂν ἄξιον καὶ πάθοι δοῦλος
αἴσχιστος, τὴν είκόνα συντρίψας τὴν βασιλικὴν καὶ
πρὸς τοσοῦτον ὕψος ὑδρίσας ; Διά ταῦτα ὁ Δεσπότης
ὁ ἀναμάρτητος, πολλῶν δεινῶν ἀνασχόμενος, ἀποθνή-
η σκει καὶ φέρει μὲν τὴν πληγὴν, ὑπὲρ τῶν ἀνθρώπων
ἀπολογούμενος ἄνθρωπος ὢν, λύει δὲ τὸ γένος τῶν
ἐγκλημάτων καὶ δίδωσι τοῖς δεδεμένοις ἐλευθερίαν,
ὅτι αὐτὸς οὐκ ἐδεῖτο ταύτης, Θεὸς ὢν καὶ Δεσπότης.
Ἀνθ’ ὧν μὲν οῦν ἡ ἀληθινὴ ζωὴ διὰ τοῦ Θανάτου
τοῦ Σωτῆρος είς ἡμᾶς διαϐαίνει, ταῦτά ἐστιν. '0 δὲ
τρόπος. ὅπως ταύτην ἕλκομεν είς τὰς ἡμετέρας ψυ-
χὰς, τοῦτό ἐστι τὸ τελεσθῆναι τά μυστήρια, τὸ λού-
σασθαι, τὸ χρισθῆναι, τὸ τραπέζης ἀπολαῦσαι τῆς
ἱερᾶς. Ταῦτα γὰρ ποιοῦσιν ὁ Χριστὸς ἐπιδημεῖ καὶ
ι D ἐνοικεῖ καὶ συνάπτεται καὶ προσφύεται, καὶ τὴν
ἁμαρτίαν ὲν ἡμῖν ἀποπνίγει καὶ τὴν ζωὴν ἐνίησι
τὴν ἑαυτοῦ καὶ τὴν ἀριστείαν, καὶ κοινωνοὺς ποιεῖ-
ται τῆς νίκης, (ὣ τῆς ἀγαθότητος l) λουομένους
ἁναδεί καὶ δειπνοῦντας ἀνακηρύττει. Διά τί καὶ κατά
τίνει τοῦ γινομένου λόγου ἀπὸ λουτροῦ καὶ μύρων
καὶ τραπέζης νίκη καὶ στέφανος, ἃ. πόνων καὶ ίδρὼ-
των ἐστὶ καρπός ; Ὀτι εί καὶ μὴ ἀγωνιζόμεθα μηδὲ
πονοῦμεν ταῦτα ποιοῦντες, ἀλλὰ τόν γε ἁγῶνα
ὑμνοῦμεν ἐκεῖνον καὶ θαυμάζομεν τὴν νίκην καὶ
προσκυνοῦμεν τὸ τρόπαιον xal. περὶ τὸν ἀριστέα
σφοδρόν τι καὶ ἄρρητον ἐπιδεικνύμεθα φίλτρον. Καὶ
ea τραύματα ὲκεῖνα καὶ τὴν πληγὴν καὶ τὸν
θάνατον οἰκειούμεθα, καὶ δι’ ὧν ἔξεστιν εἰς ἡμᾶς
αὐτοὺς ἕλκομεν, καὶ αὐτῶν γενόμεθα τῶν σαρκῶν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.