PG 150, col. 517

ἀξιοῖ καὶ σεμνύνει τὴν τυραννίδα, καὶ αὑτ⁵ις ἡγεῖ·
ται ἀποθνήσκειν ἐκείνου πίπτοντος καὶ καταδοᾷ τῶν
νόμων καὶ πρὸς τὰ δ⁷καια δυσχεραίνει, καὶταῦτα
οὐ σὺν αἰσχύνῃ οὐδὲ συγκαλύπτων τὴν πονηρίαν,
ἀλλά παρρησιαζόμενος καὶ μαρτυρόμενος καὶ ἐπι-
δεικνύμενος τοῦτον⁸ τίνων ἀξιώσομεν ψήφωνς οὐ
τῶν αὐτῶν τιμησὸμεθα τῷ τυράννῳ; ῐῐαντί που δῆ-
λον. Οὐκοῦν τούναντίον ἅπαν, εῐ τις ἀριστέα θαυ-
μάζει καὶ χαίρει νενικηκότι καὶ στεφάνους αὐτῷ
πλέκει καὶ θορύϐους ἐγείρει καὶ σείει τὸ θέατρον
χοὶ θριαμϐεύοντι προσπίπτει σὺν ἡδονῇ καὶ κεφαλὴν
καταφιλεϊ καὶ περιπτύσσεται δεξιὰν, καὶ οὕτω σφό-
δρα μαίνεται περὶ τὸν στρατιώτην καὶ ἣν ἀνῄρηται
νίκην, ὥσπερ αὐτὸς ὢν ὁ τὴν κεφαλὴν τῷ στεφάνῳ
κοσμήσων τὴν ἑαυτοῦ. Οὗτος γὰρ μερίτης ἂν εἴη
τῶν ἐπάθλων τῷ νικητῇ παρά γε εὐγνώμοσι δικα-
σταῖς, καθάπερ ἐκεῖνος, οἶμαι, κοινωνήσειτῷ τυ-
ράννῳ τῆς δίκης. Ei γὰρ περὶ τοὺς πονηροὺς ἃ προσ-
ῆκε, καὶτῆς προαιρέσεως καὶ τῆς γνώμης ἀπαιτη-
τέον εὐθύνας, σχολῇ γε εἰκός ἐστι τοὺς ἀγαθοὺς τῶν
γιγνομένων ἀποστερεῖν. Ei δὲ καὶ τοῦτο προστεθείη,
καὶ ὁ τὴν νίκην ἐἰργασμένος ἐκείνην αὐτὸς μέν ού
δεῖται τῶν ἀπὸ τῆς νίκης γερῶν, ἐκεῖνο δὲ ἀντὶ
πάντων ἡγεῖται, λαμπρὸν ἰδεῖν ἐπὶ τοῦ θεάτρου τὸν
σπουδαστὴν, καὶ τοῦτο τῆς ἀγωνίας ἆθλον ἐαυτῷ
νομίζει στεφανωθῆναι τὸν ἑταῖρον ο πῶς ού δικαίως C
ἐκεῖνος καὶ μάλα ἀκολούθως ἄνευ ἱδρώτων καὶ κιν-
δύνων τὸν ἀπὸ τοῦ πολέμου κομιεῖται στέφανον;
Ταῦτα δὴ καὶ ἡμῖν τὸ λουτρὸν τοῦτο δύναται καὶ τὸ
δεῖπνον καὶ ὴ σώφρων τοῦ μύρου τρυφή. Muci-pe-
νοι γὰρ τὸν μὲν τύραννον κακίζομεν καὶ καταπτύο⁴
μεν καὶ ἀποστρεφόμεθα, τδν ἀριστέα δὲ ἐπαινοῦμεν
καὶ θαυμάζομεν καὶ προσκυνοῦμεν καὶ φιλοῦμεν
ὅλῃ ψυχῇ, ὥστε τῷ περιόντι τοῦ φίλτρου ὼς ἄρτον
σιτούμεθα καὶ ὡς μύρον χριόμεθα καὶ ὡς ὕδωρ πε-
ριδαλλόμεθα. Φανερὺν δὲ ὅτι τὸν πόλεμον ὑπὲρ ἡμῶν
εἵλετο τοῦτον, καὶ ἵνα νικήσωμεν ἡμεῖς, αὐτὸς ἀνέ-
σχετο ἀποθνήσκων, ὥστε οὐδὲν ἀνακόλουθον ούδέ
ἀπᾷδον, ἀπὸ τῶν μυστηρίων τούτων ἐπὶ τοὺς στεφά-
νους ἔρχεσθαι. Ἡμεῖς μὲν τὴν δυνατὴν ἐπιδεικνύ-
μεθα προθυμίαν καὶ τὸ ὕδωρ ἀκούοντες τοῦτο τὰ D
τοῦ θανάτου τοῦ Χριστοῦ καὶ τάφου δύνασθαι, καὶ
πιστεύομεν εὖ μάλα καὶ πρόσιμεν ἡδέως καὶ κατα·-
δυόμεθα· ὁ δὲ (οὐ γὰρ’μικρά δίδωσιν, οὐδὲ μικρῶν
ἀξιοῖ) τοὺς προστιθεμένους τοῖς μετὰ τὸν θάνατον
καὶ τὴν ταφὴν δεξιοῦται, ού στέφανόν τινα παρέ-
χων, ού δόξης μεταδιδοὺς. ἀλλ’ αὐτὸν τὸν νικητὴν
αὐτὸς ἑαυτὸν ἐστεφανωμένον. Καὶ τὸ ὕδωρ ἀναδῦν-
τες αὑτὸν τὸν Σωτῆρα φέρομεν ἐπὶ τῶν ἡμετέρων
ψυχῶν, ἐπὶ τῆς κεφαλῆς, ἐπὶτῶν ὀφθαλμῶν, ὲν αύ-
τοῖς τοῖς σπλάγχνοις, ἐπὶ τῶν μελῶν ἁπάντων,
ἁμαρτίας καθαρὸν, φθορᾶς ἀπάσης ἀπηλλαγμένον,
οἷος ἀνέστη καὶ τοῖς μαθηταῖς ὤφθη καὶ ἀνελήφθη,
οἷος ἀφίξεται πάλιν τοῦτον ἀπαιτήσων τὸν θησαυρόν.
purum, 'ab omni corruptione liberum, quatis resurrexit, et discipulis apparuit, ct in malum
proiectus est, qualis redibit, thesaurum hunc exacturus. ’

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.