PG 158, col. 1004

προεπινοεῖ, οὕτω καὶ τὸ, καὶ ἐξ Υιοῦ, τὸν μὲν
Υίὸν ξυναίτιον καὶ ἀρχὴν ἐξ ἀρχῆς, τδν δὲ Πατέρα
ἁπλῶς αἴτιον καὶ ἀρχὴν ἄναρχον ἀποφαίνει τοῦ
Πνεύματος. Ὅθεν καὶ εἴ που τὸν Υίδν ἀρχὴν καὶ
αἰτίαν φησὶν,,ἢ ξυγχωρεῖ λέγειν, τῆς τοῦ ΙΙνεύμα-
το;,ὗποστάσεως, καθάπερ ὲν τῷ ὅρῳ τῆς ἱερᾶς κα-
θολικῆς ὀγδόης συνόδου τῆς ὲν Φλωρεντίᾳ γέγρα-
πται, οὐχ ἅπλῶς ἀρχὴν οὐδ’ αἰτίαν αὐτὸν βούλεται
εἶναι, ἀλλ’ ἀρχὴνιέξ ἀρχῆς, καὶ αἰτίαν, ἢ αῐτιον, ὥς
ξυναίτιον. Ὥσπερ αὖ πάλιν κάκεῖνο ὲν τῷ αὐτῷ
περιεχόμενον ὅρῳ τὸ, οὕτω κάκ τοῦ Υιοῦ τὸ Hreu-
μα προϐάλλεσθαι καθάπερ καὶ ἐξ αὑτοῦ τοῦ Πα-
τρὸς, οὗ κατὰ τὸν τρόπον νοεῖ τῆς προόδου, ὥστε
ὡσαύτως, ἦτοι πηγαίοις καί ἀνάρχως καὶ ἀναιτίως,
καὶ οἷο-»ἑξ ἑαυτοῦ τοῦ Υίοῦ τὸ Πνεῦμα προάγε-
σθαι, καθάπερ ἐξ αὑτοῦ τοῦ Πατρός· ἀντιφάσει γὰρ
περιέπιπτεν, εί οὕτως ἐνόει ταυτὶ, καὶ ἐξ Υιοῦ τὸ
Πνεῦμα κηρύττουτα, ἀλλὰ κατὰ τδ ταυτὸν τῆς δυ-
νάμεως, μιᾶς οὔσης τῷ ἀριθμῷ ιν Πατρὶ καὶ Υίῷ,
διὰ γεννήσεως, ὡς ἐλέγομεν, ἐκ Πατρὺς τῷ Υίῷ δι-
δομένης,”καοάπερ καὶ¹ τῆς οὐσίας αὐτῆς. Διδ καὶ
τὸν Yin ὲκ Πατρδς παράγειν κηρύττει τὺ Πνεῦμα,
καὶ προΰάλλοντα αὑτὸν εἶναι ἔκ τοῦ Πατρδς, καὶ
ὅσα τῆς ὁμοίας ἐστὶ δυνάμεως.
0'. Et δὲ τούτων ὑφ’ ήμῶν εἰρημένων τις ἀποροῖ,
πρῶτον μὲν, Πῶς οὖν ὁ Υἱὸς οὐ γεννᾷ καθάπερ δὴ
καὶ προῆάλλει, τῆς αὐτῆς μεταλαγχάνων γεννητιῗ
κῆς δυνάμεως τῷ Πατρίς ἢπῶς τὸ Πνεῦμα τὸ
ἅγιον οὒτε προϐάλλει, οὔτε γεννᾷ, τῶν δυνάμεων
ἑκατέρων οὐσῶν ὲν αὐτῷ, καθάπερ ἐν Πατρὶ καὶ
Υίῷ; δεύτερον δὲ, Πῶς οὖν οὗ δύο ἀρχαὶ¹ δυοῖν
ὄντων τῶν προϐαλλόντων, ἦ πῶς οὺ ξυναλοιφὴ, ει
δύο μία ἀρχή ; ἴστω πρῶτον μὲν πρὸς τὸ πρότερον,
ὅτι τοῦ Πατρδς τὸν Υίὺν γεννῶντος τῇ γεννητικῇ
δυνάμει, καθάπερ ἐλέγομεν, ἡ γέννησις ξυνῆπται
τῇ ἑαυτῆς δυνάμει, ᾖ ὁ Υἱὸς γεννᾶται ἐκ τοῦ Πα-
τρός. Ὁμοίως δὲκαὶ τοῦ Πατρὸς δι’ Υίοῦ τὸ Πνεῦ-
μα προὸάλλοντης, ἡ προϐολὴ ευνῆπται τῇ ὲαυτῆς
καὶ αὑτὴ δυνάμει, ᾖ ὲκ Πατρὺς δι’ Υἱοῦ et Πνεῦμα
ι) τὸ ἆγιον ,ἐκπορεύεταμ Οὔτε τοίνυν ὁ Υἱὸς γεννξ
διὰ ταῦτα, οὔτε τὺ ἆγιον Πνεῦμα γεννᾷ τι, ἢ
ὲκπορεύει. Μεταδῐδωσι γὰρ ὀ Πατὴρ τῶν είρημέο
νων δυνάμεων, τῆς μὲν γεννητικῆς .τῷ Υίῷ, τῆς
δὲ γεννητικῆς καὶ προϐλητικῆς τῷ ἁγίῳ Πνεύματι,
ξυνημμένων ἥδη ταῖς σφῶν αὐτῶν ἐνεργείαις,
ὡς τελειοτήτων μόνον, οὐχ ὡς δυνάμεων. Πρόσε-
στιδὲ καὶ ὁ τὴν δύναμιν ἑκατέραν ἄπειρον εἶναι
καὶ ξυμμετρουμένην τοῖς ὲκ Πατρὺέ καὶ αὐ-
τοῖς ἀπείροις οὖσι μιᾷ ,καὶ τῇ αὐτῇ ἀπειρίᾳ, καὶ
ἀεὶ παραγομένοις κατὰ τὴν τῶν θεολόγων φω-
νήν, Διὺ καὶ ὁ Πατὴρ μιᾷ δυνάμει γεννητικῇ
οὐ πλείους μιᾶς υῑικῆς ὑποστάσεως γεννᾷ, οὐδ’
ὲνδς αὖ μιᾷ δυνάμει προϐλητικῇ πλείω παράγει
τὰ, Πνεύματα. Ταῦτά τοι καὶ οὐ πλείω τριῶν ἐν τοῖς

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.