PG 159, col. 1137

ται ἐπ’ αὐτὴν τὴν διάκρισιν τῶν θείων προσώπων,
καὶ διακρίνει αὐτὰ τῇ αἰτίᾳ, καί φησισ Τῆς οὐσίας
καὶ φύσεως τὸ ἀπαράλλακτον ὁμολογοῦντες, τουτέ-
στι τὸ ἡνωμένον αὐτῆς, ἓν γάρ εἰσι τὰ τρία πρόσ-
. ωπα τῇ φύσει καὶ τῇ θεότητι ' καὶ οὐδὲν πρότερον,
ἢ ὕστερον. οὐκ όρνούμεθα τὴν διαφορὰν, ἣν διαφέ-
ρουσιν ἀπ’ ἀλλήλων · διαφέρουσι γὰρ κατὰ τὸ αῐτιον
καὶ αίτιατὸν, καὶ διακρίνονται ἕτερον θατέρου ο καὶ
πιστεύομεν, φησὶ, τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν·
ἦτοι, τδν μὲν Πατέρα αῐτιον,τὺν δὲ Υἱὸν καὶ τὸ
Πνεῦμα, αἰτιατάο καὶ οὐχ ἵσταται μέχρι τούτου,
ἀλλ’ εὐθὺς ἑπισυνάπτει· ι Καὶ τοῦ αἰτιατοῦ,
φησὶ, τοῦ ὄντος ἐξ αἰτίας, τουτέστι τοῦ Υἱοῦ καὶ τοῦ
Πνεῦματος, ὄντων ἐξ αἰτίας τοῦ Πατρὸς δηλονότι.
Ἀλλην πάλιν ἐννοοῦμεν διαφοράν · τὸ μὲν γὰρ, ἦτοι
τὴν γυιν, προσεχῶς καὶ ἀμέσως ὲκ τοῦ πρώτου. τουτ-
έστι τοῦ Πατρός ο τὸ δὲ Πνεῦμα, προσεχῶς μὲν δια
τοῦ Υἱοῑ, ὲμμέσως δὲ ὲκ τοῦ πρώτου, τοῦ Πατρὸς
δηλονότι. ι Ἆρ’ ἐνόησας τὴν τῆς διὰ μεσιτείαν ὲν-
ταῦθα, καὶ τὴν διάκρισιν ἢν ὁ ἅγιος περὶ τῶν θείων
ποιεῖται προσώπων · κοιλ⁵ ώς ἡμεῖς καλῶς διελυσάυ
μεθαηο καὶ ὃτι καὶ τὸ μονογενὲς ἐπὶ τοῦ Υἱδῦ μάλα
καλῶς φυλάττεται ⁸ καὶ τὸ ἐκ τοῦ Harpe; εἶναι τὸ
Πνεῦμα διὰ τῆς τοῦ Υἰοῦ μεσιτείας οὐκ ἀμφιϐάλλε-
ται · καὶ ὡς οὐκ ἀπείργει ἡ μεσιτεία αῦτη τοῦ Υἱοῦ,
τῆς πρὸς τδν Πατέρα φυσικῆς τοῦ Πνεύμαεος σχέ-
σ;ως ; Διαλλάγητε οῦν, δέομαι ὑμῶν, κύριοί μου καὶ
ἀδελφοί. Παρίτω δέ γε καὶ ὁ ἐκ Δαμασκοῦ ἱερξς
Ἰωάννης, τὰ αὐτὰ μαρτυρήσων ἡμῖν περὶτῆς διὰ
ταύτης προθέσεως, καὶ¹ ὅτι ἐκ Harpe; δι’ Υἱοῦ ἐκ·
πορεύεται τὸ Πνεῦμα τὸ ἆγιον. Οὗτος γὰρ ὲν τῷ τρισ-
καιδεκάτῳ κεφαλαίῳ τῶν Θεολοτικῶν, οῦ ὴ ἀρχὴ,
ε Τ ὸ θεῖον ἀκατάληπτον ὃν, πάντως καὶ ἀνώνυμον
ἔσται, ι οὕτω φησίν ⁸ ι Αὐτὸς μὲν οὖν ἐστι νοῦς, ὁ
Πατὴρ δηλονότι, τοῦ Υἱοῦ ἄϐυσσος, τοῦ Υῐοῦ γεν-
νήτωρ, x11 διὰ τοῦ Υἱοῦ προδολεύς τοῦ ὲκφαντορι-
κοῦ Πνεύματῡς. ι Καὶ μετ’ ὀλίγα · ι Τὸ δὲ Πνεῦμα
τὸ ἅγιον, ὴ ὲκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ Πατρδς, ἐκ Πατρός ἐστι δι’ Υἱοῦ ἔκπο-
ρ;υομένη, ὡς οἶδεν αὐτός’ ι Ὅτι δὲ ἡ διὰ αἰτίαν σημαίνει, προείρηται, καὶ οὐ δεῖ παλιλλογεῖν. Ἔτι
6‘: ὁ ἅγιος Κύριλλος, ἐν τῷ δευτέρῳ τῶν πρὸς Ἑρμείαν φησί ο ε Ἀγιον δὲ Πνεῦμα προσερεῖς, τδ ἐκ
Π-ιτρος δι’ Υίοῦ προχεόμενον φυσικῶς. ι '0 αὐτὸς ὲν τῷ δευτέρῳ τῶν Θησαυρῶν, ὲν τῷ λόγῳ οὐ ἡ
ἐπιγραφή · (Ὅτι ὲκ τῆς οὐσίας τοῦ Πατρὶς καὶτοῦ Υῑοῦ τὺ Πνεῦμα τὸ ἅγιον, ι οὕτω διέξεισιν* ι Ὀτε
τοίνυν τὸ Πνεῦμα rh ᾶγιον ὲν ἡμῖν γενόμενον, συμμόρφους ἡμᾶς ἀποδεικνύει Θεοῦ, πρόεισι δὲ καὶ ἐκ
Πατρὸς καὶ Υἱοῦ, πρόδηλον ὅτι τῆς θείας ἐστὶν οὐσίας, ούσιωδώς ὲν αὐτῇ καὶ ἐξ αὐτῆς προῖόν. ι
Ἀνασκιρτοῦσι δέ τινες τῶν φιλεγκλημόνων σχι-
τματικῶν, καὶ πλατῦ γελῶντες λέγουσι πρὸς ἡμᾶς ο
. ί πάλιν ἡμῖν, ὧ Καθολικοὶ, καὶ πρὸς τοῦτο εἴπητε ;
ἦ ποῖον ἀποδώσετε λόγον, κατασοφιζόμενοι τὸ γε-
γραμμένον; τοῦ εὐαγγελιστοῦ λέγοντος διαρρήδην
οὕτω καὶ φανερῶς, ὅτι τὸ Πνεῦμα εἶδεν ό μύστης
ὡσεὶ περιστερὰν κατερχόμενον ἐπὶ τὸν Χριστόν.
Οὐκοῦν ὅπερ οὐκ ἔσχεν ἐλάμϐανε. Πῶς ἂν ἐκ τοῦ
Υἱοῦ νομισθείη τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι,
ἑστῶτος αὐτοῦ ὲν τῷ Ἰορδάνῃ, καὶ τοῦ Πνεύματος
ἄνωθεν κατερχομένου ώς πρὸς αὐτὸν, καὶ φωνὴ πα-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.