PG 161, col. 784

τοίνυν, φάσκων ὲν τῷ δευτέρῳ τῶν Θησαυρῶν, τὸ
Πνεῦμα τὸ εἶτ-ιον ἐν ἡμῖν γενόμενον, συμμόρτ
φους ἡμᾶς ἀποδεικνύει Θεοῦ. Πρόεισι δὲ καὶ ἐκ
Πατρὸς καὶ Υὶοῦ. Πρόδηλον ὅτι τῆς θείας ἐστίν
οὐσίας, οὐσιωδῶς ἐν αὐτῇ καί ἐξ αὐτῆς προτόν.
Ὀτι δὲ περὶ τῆς ὑποστάσεως κάνταῦθα ὁ σκοπὸς τῷ
ἁγίῳ, δῆλον τῷ τε μετὰ τοῦ ἄρθρου τὸ Πνεῦμα τὸ
ᾱγιον εἰπεῖν. Οὐ γὰρ οὕτω λέγεται τὰ χαρίσματα,
καὶ τῷ προϊέναι ἐκ Πατρδς καὶ Υίοῦ ὁμοῦ τε καὶ
Πνεύματος προϊόντων τῶν χαρισμάτων. Πρὸς τού-
τοις οὑ τῆς θείας φύσεώς φατε τὰ χαρίσματα. Τὸ δὲ
προϊὸν ὲκ Πατρδς καὶ Υίοῦ Πνεῦμα τῆς θείας οὐσίας
ἐστίν. Ἐκ τούτων ἄρα πάντων πιστεύειν δεῖ άλη-
οῶς, ὃτι τδ προχεῖσθαί τε, καὶ πεφηνέναι, καὶ προῖέ
ναι , καὶ el τι ὅμοιον περὶ τοῦ Πνιύματος λέγεται.
τῇ ὑποστάσει ἁρμόζει. El δέ που καὶ περὶ τῶν χα-
ρισμάτων εἴρηται, ἀλλ’ οὑ χρὴ ἀπατᾶσθαι τῇ ὁμω-
νυμίᾳ. ἐξετάζειν δὲ μᾶλλον διὰ τῶν πρὸ τῆς λέξεως,
καὶ τῶν μετὰ τὴν λέξιν περὶ τίνος ὁ λόγος. Ἐστιρ
ζνοῦν τοῦτο άποὲσδειέμένον ἡμῖν, ὅτι πρόεισι tu"
προχεῖται παρὰ Πατρδς καὶ Υίοῦ ὁ εἷς τῆς Τριάδος
τὺ Πνεῦμα τὸ ἅγιον. ὀτι δὲ ταῦτα καὶ τὰ τοιαῦτα
τὴν είς τὸ εἶναι σημαίνει τοῦ Πνεύματος πρόοδον,
οὺ χαλεπὸν καὶ ὲκ τῶν εἰρημένων συνιδεῖν. Τίνι γὰρ λ
ἄλλῳ τρόπῳ ὲκ Πατρδς καὶ Υἰοῦ, ἢ δι’ Υίοῦ προχεῖ-
σθαι τὺ ὲν ὑποστάσει ίδικῇ νοήσαιμεν Πνεῦμα;
ι’. Λελέχθω δὲ καὶ πλατύτερον · Εῐπερ παρὰ τὺ
ὑφίστασθαι ὑπόστασις λέγεται, τὸ προϊὸν, ἢ προχεό-
μενον είς ὑπόστασιν, οὕτω πρόεισιν , ὥστε ὑφίστα-
σθαι. Πρόεισιν ἄρα καὶ προχεῖται τὸ Πνεῦμα ἐκ
Πατρδς δι’ Υίοῦ πρὸς το ὑφίστασθαι τὺ ὲν ιδικῇ
ὑποστάσει εἶναι σημαίνει. Τοῦτο δέ ἔστι τὸ ἐκπο-
ρεύεσθαι. Ἐκ Ιῐατρδς ἄρα καὶ Υἱοῦ, ἢδι* Υίοῦ ὲκ-
πορεύεται τὸ Πνεῦμα τὺ ἅγιον, ὥστε ἐξ ἀμφοῖν ἔχειν
τὸ εἶναι. Ὅτι δὲ ταῦτα καὶ τοῖς διδασκάλοις δοκεῖ,
ἄκουσον Κυρίλλου ἐκ τοῦ είς τὸ κατὰ Ἰωάννην πονή-
ματος. Είρήσθω δὲ τὸ ῥητὸν μικρὸν ἀνωθεν. ἵνα
γνῷς καὶ τὰ δοκοῦντα καθ’ ήμῶν εἶναι, ὡς ἂν Γραι-
κοὶ φαῖεν, ὅντα μᾶλλον ὑπὲρ ἡμῶν · ἰδιον τοῦ Θεοῦ
καὶ Πατρός τὸ Πνεῦμα ἐστι, φησίν · ἀλλ’ οὐδὲν
ἧττον ιδιόν ἐστι καὶ τοῦ Υιοῦ, οὐχ ὡς ἕτερον καὶ
ἕτερον, ἢ μεριστῶς ἐν ἐκατέρῳ νοούμενον τε καὶ
ὑπάρχον. Ἀλλ’ ἐπείπερ ἐκ Πατρὸς καὶ ἐν Harp!
κατὰ φύσιν ἐστίν ὀ mc, καρπὸς ὑπάρχων ἁλη-
θινὸς τῆς οὑσίὰς αὑτοῦ τὸ τοῦ Πατρὸς (dior
Πνεῦμα κατὰ φύσιν ἐπάγεται , χεόμενον μὲν ἐκ
Πατρός, δι’ αὑτοῦ δὲ τοῦ Υιοῦ τῇ κτίσει χορη-
γούμενον, οὐ κατὰ τινα τρόπον διακονικὸν, ἦτοι
τὸν, ἑν ὑπουργία , ἀλλ’ ὥσπερ ἔφην ἀρτίως , ἐξ
αὐτῆς μὲν προκῦπτον τῆς οὐσίας τοῦ Θεοῦ καὶ
Πατρός, χεόμενον δὲ τοῖς ἑλεῖν ἀξίοις διὰ Λόγου
τοῦ ὁμοουσίου, καὶ ἐξ αὑτοῦ πεφηνότος, κατ’ ἐκ·
φασιν δηλονότι τὴν εὶς τὸ εἶναι καθ’ ἑαυτὸ, καὶ
ἑν αὐτῷ μένοντές τε καὶ ὄντος ἀεὶ προσεχώς τε

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.