PG 161, col. 788

κατ’ ἔκφανσιν τὴν εἰς τὸ εἶναι καθ’ ἑαυτό. Τοῦτο δέ ι
ἐστι τὺ ἐκπορεύεσθαι. Ἐκπορεύεται ἄρα καὶ ἐξ Υίοῦ,
ἦτοι δι’ Υίοῦ, ὡς καὶ ό θεῖός φησι Μάξιμος ἐν οἷς
ἑρμηνεύει, τί βούλεται τῷ προφήτῃ Ζαχαρία ἡ χρυσῆ
λυχνία. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον, φησὶν, ὥσπερ
φύσει κατόὐσίαν ὑπάρχει τοῦ Θεοῦ καί Πατρός,
οὔτω καί τοῦ Υίοῦ κατ’ οὐσίαν ἐστὶν, ὡς ἐκ τοῦ
Πατρός οὑσιωδῶς δι’ Υίοῦ γεννηθέντος ἀξορά-
στως ἐκπορευόμενον. Ἰδοὺ πάλιν τὸ κατ’ obuiam
εἶναι Υίοῦ τὸ Πνεῦμα τῷ διἀὑτοῦ ἐκπορεύεσθαι
δείκνυται.
ια’. Εἰ δὲ λόγοις τὸ οὑσιωδῶς αὐτῷ είρῆσθαι,
τνα τὸ μὲν ἐκ τῆς οὐσίας εἷναι τοῦ Υῑοῦ δηλώσῃ, τὸ
δὲ ἐκ τῆς ὑποστάσεως άναιρήσῃ, ὃ τινες τῶν Γραι-
κῶν ὑπειλήφασι, καὶ τὸ όμτιούσιον ἐντεῦθεν δηλοῦ-
σθαι θέλουσι, μὴ συνορῶντες ὡς τούτου δοθέντος
καὶ ό Πατὴρ ὲκ τῆς οὐσίας τοῦ Πνεύματος ἐλέγετ’
ἃν εὐσεϐῶς, ὅπερ οὐδενὶ λέλεκται, ῥᾴδιον ίδεῖν τὴν
λανθάνουσαν τῷ λόγῳ ἀπάτην. Ἀτοπώτατος γὰρ ἦν
ό σοφὸς τὰ πάντα Μάξιμος, εί ἐκ τοῦ αὐτοῦ ἐδεί-
κνυε τὺ αὑτό · ὥσπερ ἂν ετ τις ἐθέλων δεῖξαι οὐσίαν
εἶναι τὸν ἄνθρωπον, τοῦτ’ ἔλεγεν εἶναι - διότι οὑσία
ό ἄνθρωπός ἐστιν. Et γὰρ κατ’ οὐσίαν εἶναι τοῦ Υίοῦ
τι Πνεῦμα τούτου χάριν βούλεται, ὅτι οὺσιωδῶς ἐξ
αὑτοῦ, ἦτοι τῆς οὐσίας αὑτοῦ, ὼς δοχιί τοῖς Γραι-
κοίς, γελοῖος ἂν ἦν ό λόγος οὐδὲν δεικνύων, ἀλλὰ τῆς
αὐτῆς οὑσίας τοῦ Υίοῦ τὸ Πνεῦμα τούτου ἓνεκα λέ-
γων, ὅτι τῆς αὑτῆς οὐσίας. Βλέπεις τὰς γελοιώδεις
τῶν Γραικῶν ὲπενθυμήσεις ποί φέρονταις Σκόπει
καὶ τὴν ἀσέόειαν. Τὸ γεννώμενον πᾶν καὶ ἐκπορευό-
μενον εἰς ὓπαρξιν, ἢ ὲκ τῆς ὑποστάσεως μόνον καθὰ
ὑπόστασις, ἢ ὲκ τῆς οὐσίας καὶ φύσεως, τοῦτο
μόνον καὶ οὐχ ὑπόστασις, ἢ κατ’ ἀμφότερον ἐκ τῆς
ἑνυποστάτου φύσεως, ἦτοι τῆς ἐν ὑποστάσει Θεω-
ρουμένης οὐσίας, ἀλλὰ τὸ δεύτερον οὐδὲ Γραικοὶ λέ-
γουσιγ. Ἄτοπον γὰρ, ὡς ἔοικεν, οἴονται τὺ ὲπόμε- ~
νον, ὅτι τῆς αὐτῆς ή Τριὰς οὖσα φύσεως συγχυθή-
σεται, ὥστε τῶν τριῶν ἕκαστον καὶ ἐξ ἑαυτοῦ καὶ
ἐκ τῶν λοιπῶν ἔχειν τὸ εἷναι, καὶ διὰ τοῦτο ἐκ τῆς
ὑποστάσεως, ὑπόστασις, νομίζουσι τὺ ἐκπορευό-
μενον καὶ γεννώμενον. Ὢ τῆς άνοίαςί El γάρ ἠ ·
ὑπόστασις γεννᾷ καὶ προϐάλλει, ὑπόστασις, ἔσται
ἐκ τῆς ὑποστάσεως ὑπόστασις καθ’ αὐτὸ, καὶ οὕτως
οὐκ ἔσται φύσεως ταῦτα, ἀλλ’ ὑποστάσεως· ὅπερ
καὶ ταῖς κοιναῖς τῶν Χριστιανῶν ἐννοίαις, καὶτοῖς
διδασκάλοις πᾶσι, καὶ αὐτῇ τῇ τῶν πραγμάτων φύ-
σει, ἀδύνατον εἶναι παντί που δῆλον. Ἀλλὰ φήσαις
ἂν, ὅτι ἐκ τῆς ὑποστάσεως τοῦ [ἰατρὸς γεννᾶσθαι τὸν
Υίὸν ῥητῶς εὕρηται. Ἐγὼ δέ σοι λέγω, ὅτι καὶ ἐκ
τῆς φύσεως καὶ οὐσίας εἶναι, καὶ φυσικῶς ἐκεῖθεν
γεννᾶσθαι, πολλῷ μᾶλλον ῥηιτῶς εὕρηται. El δ’ ἐκ
τῆς ὑποστάσεως εἴρηται φυσικῶς, πάντως ὲκ τῆς
ἑννποστάτου οὐσίας. Πῶς δὲ καὶ νοήσαις ὑπόστασιν,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.