PG 2, col. 1045

εσιν οὔτε εὐσέϐειαν ἔχει ἐν ἑαυτῇ, καὶ πᾶς ζῆλος κατι
οικεῖ ἐν τῇ ἐπιθυμίᾳ αὐτῆς. Διὰ τοῦτο ζηλώσετε
τοὺς υἱοὺς Λευῗ (79), καὶ ζητήσετε ὑψωθῆναι ὑπὲρ
αὐτοὺς, ἀλλ’ οὐ δυνήσεσθε. Ὁ γὰρ Θεὸς ποιήσει τὴν
ἐκδίκησιν αὐτῶν, καὶ ἀποθανεῖσθε θανάτῳ πονηρῷ.
Τῷ γὰρ Λευῗ ἔδωκε Κύριος τήν ἀρχὴν, καὶ τῷ
Ἰούδᾳ, μετ’ αὐτῶν κάμοὶ, καὶ Adv, καὶ Ἰωσὴφ, τοῦ
εἶναι ἐπὶ ἄρχοντας. Διὰ τοῦτο ἐντέλλομαι ὑμῖν ἀκούειν
τῷ Λευῒ, ὅτι αὐτὸς γνώσεται νόμον Κυρίου, καὶ
διαστελεῖ εἷς κρίσιν καὶ θυσίας (80) ὑπὲρ παντὸς
Ἰσραὴλ, μέχρι τελειώσεως ’χρόνων ἀρχιερέως Χρι-
στοῦ, ὸν εἶπε Κύριος. Ὀρκῷ ὑμᾶς τὸν Θεὸν τοῦ οὖ-
ροινοῦ ποιῆσαι ἀλήθειαν ἕκαστον πρὸς τὸν πλησίον Β
αὐτοῦ, καὶ πρὸς τὸν (82) Λευῒ ἐγγίσατε ἐν ταπεινώσει
καρδίας, ἵνα δέξησθε εὐλογίαν ἐκ τοῦ στόματος αὐ-
τοῦ. Αὐτὸς γὰρ εὑλογήσει τὸν Ἰσραὴλ καὶ τὸν Ἰού-
δανο ὅτι ἐν αὐτῷ ἐξελέξατο Κύριος βασιλεῦσαι
πάντων τῶν λαῶν. Καὶ προσκυνήσετε τῷ σπέρματι
αὐτοῦ, ὅτι ὑπὲρ ὑμῶν ἀποθανεῖται ἐν πολέμοις ὁρα-
τοῖς καὶ ἀοράτοις, καὶ ἔσται ἐν ὑμῖν βασιλεὺς
αἰώνων. ››
Ζ’. Καὶ ἀπέθανε ’Βουϐὴμ, ἐντειλάμενος ταῦτα τοῖς
υἱοῖς αὐτοῦ’ καὶ ἔθεντο αὐτὸν ἐν σορῷ, ἕως ὅτε ἀνε-
νέγκαντες αὐτὸν ἐξ Αἰγύπτου, ἔθαψαν ἐν Χεϐρὼν, ἐν
τῷ σπηλαίῳ τῷ διπλῷ, ὅπου οἱ πατέρες αὐτοῦ.
ΚΕΦΔΛΑΙΟΝ Β’.
Διαθήκη Συμεὼν, περὶ φθόνου.
Α’. Ἀντίγραφον λόγων Συμεὼν, ἃ ἐλάλησε τοῖς
υἱοῖς αὐτοῦ, πρὸ τοῦ θανεῖν αὐτὸν ἐν ρκ’ ἔτει τῆς
ζωῆς αὐτοῦ, ἐν ᾧ ἔτει ἀπέθανεν Ἰωσήφ. Ἦλθον
γὰρ ἐπισκέψασθαι αὐτὸν ἀρρωστοῦνταο καὶ ἐν-
ισχύσας ἐκάθισε, καὶ κατεφίλησεν αὐτοὺς, καὶ εἶπεν
αὐτοῖς·
B'. ‹‹ Ἀκούσατε, τέκνα, ἀκούσατε Συμεὼν τοῦ πα-
τρὸς ὑμῶν, ὅσα ἔχω ἐν τῇ καρδίᾳ μου. Ἐγὼ ἐγενή-
θην ἐξ Ἰακὼϐ τοῦ πατρός μου υἱὸς δεύτερος, καὶ At:
ἡ μήτηρ μου ἐκαλεσέ με Συμεῶνα, ὅτι ἤκουσε Κύ-
ριος τῆς δεήσεως αὐτῆς. Δυνατὸς ἐγενόμην σφόδρα,
οὐκ ἐδειλίασα πρᾶξιν, οὔδε ἐφοϐήθην ἀπὸ παντὸς
πράγματος. Ἡ γὰρ καρδία μου ἦν σκληρὰ, καὶ τὰ
ἧπατά μου ἀκίνητα, καὶ τὰ σπλάγχνα μου ἀσυμπαθῆ·
δτι καὶ ἡ ἀνδρεία ἀπὸ Ὑψίστου δέδοται τοῖς ἀνθρώ-
ποις ἐν ψυχαῖς καὶ ἐν σώμασι. Καὶ ἐν τῷ καιρῷ νεό-
τητος ἐζήλωσα τὸν Ἰωσὴφ, ὅτι ἠγάπα αὐτὸν 6 πατὴρ
ἡμῶν· καὶ ἐστήρισα ἐπ’ αὐτὸν τὰ ἥπατά μου τοῦ
ἀνελεῖν αὐτὸν, ὅτι ὁ ἄρχων τῆς πλάνης, ἀποστείλας τὸ
πνεῦμα τοῦ ζήλου, ἐτύφλωσέ μου τὸν νοῦν, μή προσ-
έχειν αὗτῷ ὡς ἀδελφῷ, καὶ μὴ φείσασθαι Ἰακὼϐ τοῦ
πατρός μου. Ἀλλ’ ὁ Θεὸς αὐτοῦ, καὶ 6 Θεὸς τῷν πα-
τέρων αὐτοῦ, ἀποστείλας τὸν ἄγγελον αὐτοῦ, αὐτὸν
(79) Ζηλώσετε- τοὺς υἱοὺς Λευῗμθῑο. Respicit
ad rebellionem Dathan, Abiron et Bon, atque'poe-
nam iis infiictam, de qua Num. XVI, seqq. Gaaa.
(80) Θυσίας. Baptism—11‘). ,
(81) Dividet judicia. Discernet in judicium. Io.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.