PG 2, col. 453

γειν, οῦκ οἶδα, πῶς καὶ ἀθάνατον εἰπεῖν δύναται αὐτόν.
VI. Ταῦτα 6 Πέτρος ἀκούσας καὶ βραχὺ ἐπὶ συν-
νοίας γενόμενος ἔφησούκ οἶμαι, τινά δύνασθαι περί
πονηροῦ διαλεγόμενον μὴ αὐτοῦ τοῦ πονηροῦ τὸ θέλη-
μα ποιεῖν. Ὅθεν τοῦτο αὐτὸ εἰδὼς,οὐκ οῖδα τί πράξω,
πότερον σιωπήσω ἢ λαλήσω. Εἰ μὶν σιωπήσαιμι, γέ-
λωτα πρὸς τοὺς πολλοὺς ὀφλήσαιμι ἂν, ὅτι ἀλήθειαν
ἐπαγγελλόμενος κηρύσσειν τὸν περὶ κακίας λόγον
ἀγνοῶ· εἰ δὲ εἴποιμι, φοϐοῦμαι, μή ἄρα οὐκ ἀρέσκῃ
Θεῷ ζητεῖσθαι τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθὸν μόνον. Πλὴν
καὶ ὑμῖν εἰς τὸν Σοφωνίου λόγον τὰς ἐμὰς ὑπολήψεις
ποιήσω φανερωτέρας . Συντίθεμαι κάγὼ , ὅτι οὐ
πάντα τὰ ἀνθρώπων ἀποδιδόναι δεῖ τῷ Θεῷ. Αὐτίκα
γοῦν οἱ ἄνθρωποι οὐκ ἔχοντες τὰ σώματα τρεπτά οὐ
τρέπονται, ἀλλὰ χρόνῳ ὑπὸ τῶν τροπῶν ἀλλοιοῦσθαι
φύσιν ἔχουσιν. Ὀ δὲ Θεὸς οὐχ οὕτως· δπὸ γὰρ τοῦ
ἐμφύτου πνεύματος αὐτοῦ ἀπορρήτῳ δυνάμει, ὁποῖον
ἂν βούληται, γίνεται τὸ σῶμα. Καὶ ταύτῃ μᾶλλον ἔστι
πιστεῦσαι, καὶ ὁ ἀήρ παρ’ αὐτοῦ τοιαύτην εἰλη-
φὼς φύσιν ὑπὸ τοῦ αὐτὸν διήκοντος ἀσωμάτου νοῦ
εἷς δρόσον τραπεὶς καὶ παχυνθεῖς γίνεται ὕδωρ, ὕδωρ
δὲ παγὲν λίθοι καὶ γῆ, καὶ λίθοι δὲ συῤῥήξαντες
πῦρ ἐξάπτουσιν. Τοιοῦτον κατά μεταϐολὴν καὶ τρο-
πὴν 6 ἀὴρ ὕδωρ τὰ πρῶτα γεγονὼς εἷς πῦρ ἔληξε
διὰ τῶν τροπῶν, καὶ τὸ ὑγρὸν εἷς τὴν ἐναντίαν φύ-
σιν μετετράπη. Τί δέ ; οὐχὶ καὶ τὴν Μωϋσέως 9⁸
ῥάϐδον 6 Θεὸς ἔτρεψεν είς ζῶον, ποιήσας ὅφιν ,
’ὸν πάλιν μετέστρεψεν εἷς 41η ῥάϐδον ; καὶ δι’ αὐτῆς
δέ τῆς τραπείσης ῥάϐδου τὸ Νείλου ὕδωρ ἔτρεψεν εἷς
αἷμα, '6 καὶ πάλιν μετέστρεψεν εἷς ὕδωρ ; Ἀλλά καὶ
τὸν ἄνθρωπον, χοῦν ὅντα, ἐμφυστςματι πνοῆς μετέ-
στρεψεν είς σάρκα, καὶ πάλιν μετέστρεψεν εἰς χοῦν.
(fixi δὲ Μωϋσῆς αὐτὸς σὰρξ ὢν εἰς μέγιστον ἐτράπη
Ῠῶς, ὡς μή δυνηθῆναι τοὺς υἱοὺς Ἰσραὴλ ἀντιϐλέ-
ψαι αὐτῷ; Πολλῷ οὖν μᾶλλον ὁ Θεὸς ἑαυτὸν τρέπειν,
εἷς ’ὁ βούλεται, δυνατώτατός ἐστιν.
VII. Ἀλλ’ ἴσως τις ὑμῶν ἐνόησεν, ὅτι ἄλλος μὲν
ὑπ’ ἄλλου γενέσθαι τι δύναται, αὑτὸς δέ τις ἑαυτὸν,
εἷςὸ βούλεται, μετατρέπειν οὐ δύναται, καὶ δτι τὸ
τρέπεσθαι τοῦ γηρῶντός ἐστι καὶ ἀποθανεῖν [φύσιν]
ἔχοντος, ἀλλὰ περὶ ἀθανάτων τοῦτο οὐ χρή νομίζειν..
Ἦ γὰρ οὐκ ἄγγελοι ἀγήρως ⁹⁹ [ὑπάρχοντες] καὶ
πυρώδους οὐσίας εἰς σάρκα μετετράπησαν , καῖ
οἱ παρὰ τῷ Ἀϐραάμ [ξενι] σθέντες, ὧν καὶ τοὺς πό-
δας ὡς ὁμοουσίων ἀνθρώπων. ἅνθρωποι ἔνιψαν ; Ἀλλά
καὶ τῷ Ἰακώϐ ἀνθρώπῳ ὅντι ἅγγελος ἐπάλαισεν εἷς
σάρκα τραπεὶς, ίνα αὐτῷ συγχρωτισθῆναι δυνηθῇ.
Καὶ ὁμῶς παλαίσας ἐπὶ τὴν ἰδίαν αὐτοῦ φύσιν βου-
ληθεὶς ἐτράπη. Ἤδη εἰς πῦρ μεταϐαλλόμενος τοῦ Ἰα-
κὼϐ ¹⁰⁰ τὸ πλατὺ νεῦρον οὐκ ἔκαυσε μὲν, ἔφλεξε δὲ
καὶ χωλὸν ἐποίησεν. Ὀ δὲ ἕτερόν τι γενέσθαι, 6' τι
VARI/E LECTIONES.
⁸⁸ Μωῦσέος 0. ³⁸ codicis scripturam ἀγήρως mutare nolui. ¹⁰⁰ ίακών 0.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.