PG 20, col. 1540

δʼ ἀποδείξεων καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους, οὕτως ἐπιστεύομέν τε καὶ ἐκη-
. Ταύτης ὑφʼ ἡμῶν ἐκτεδείσης τῆς πίστεως (1 5)s
οὐδενὶ παρῆν ἀντιλογίας τόπος, ἀλλʼ αὐτός τε πρῶ-
τος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς, ὀρθότατα περι-
έχειν αὐτὴν ἐμαρτύρησεν· οὕτω τε καὶ ἑαυτὸν φρο-
νεῖν (16) συνωμολόγησε, καὶ ταύτῃ τοὺς πάντας συγ-
καταθέσθαι, ὑπογράφειν τε τοῖς δόγμασι καὶ συμ-
φωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο, ἐνὸς μόνου
προσεγγραφέντος ῥήματος τοῦ ὀμοουσίου, ὁ καὶ
αὐτὸ (17) ἡρμήνευσε λέγων, ὅτι μὴ κατὰ τῶν σω-
μάτων πάθη (18) λέγοιτο ὁμοούσιον, οὕτʼ οὖν κατὰ
διαίρεσιν οὕτε κατά τινα ἀποτομὴν ἐκς τοῦ Πατρὸς
ὑποστῆναι· μηδὲ γὰρ δύνασθαι τὴν ἄῦλον καὶ νοερὰν
καὶ ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι,
θείοις δὲ καὶ ἀποῤῥήτοις λόγοις (19) προσήκειν τὰ
τοιαῦτα νοεῖν καὶ ὁ μὲν σοφώτατος ἡμῶν καὶ εὐσε-
βέστατος βασιλεὺς τοιάδε ἐφιλοσόφει· οἱ δὲ προφάσεε
τῆς τοῦ ὀμοουσίου προσθήκης, τήνδε τὴν γραφὴν
πεποιήκασιν.
9 ἐν τῇ συνόδῳ ὑπαγορευθεῖσα πίστις.
« Πιστεύομεν εἰς ἔνα Θεὸν, Πατέρα παντοκράτοσα,
« πάντων ὀρατῶν τε καὶ ἀοράτων πποιητήν· καὶ εἰς
« ἔνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Τἰὸν τοῦ Θεοῦ,
« γεννηθέντα ἐκ τοῦ Πατρὸς μοτογενῆ, τουτέστιν ἐκ
τῆς οὐσίαςτοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ,φῶς ἐκ φωτὸς,
« Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ
« ποιηθέντα, ὀμοούσιον τῷ Πατρὶ, διʼ οὗ τὰ πάντα
« ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ(20) κκαὶ τὰ ἐν τῇ γῇ·
τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν
« σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα (21), ἐναν-
« θρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίῃ
« ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανοὺς, καὶ ἐρχόμενον
« κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς (22) τὸ ἅγιον
« Πνεῦμα. Τοὺς δὲ λέγοντας, ἦν ποτε ὅτε οὐκ ἦν,
« καὶ, πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ, ὅτι ἐξ οὐκ ὅν-
« των ἐγένετο, ἢ ἐξ ἐτέρας ὑποστάσεως ἢ οὐσίας
« φάσκοντας εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν
« τὸν Υίὸν τοῦ Θεοῦ, (23) ἀναθεματίζει ἡ καθολικὴ
«- Ἐκκλησία. »
ε. Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπʼ αὐτῶν ὑπαγο-
ρευθείσης, ὅπως εἴρηται (24) αὐτοῖς τὸ ἐκ τῆς οὐ-
σίας τοῦ Πατρὸς, καὶ τὸ τῷ Πατρὶ ὁμοούσιον, οὐκ
ἀνεξέταστον αὐτοῖς (25) κατελιμπάναμεν. Ἐπερωτή-
σεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο,
qui idem pro sequenti titulo habet tantum, τὸ
μάθημα.
(2u) Gelas., τά τε.
(21) Gelas. addit καί, et mοτ post παθόντα addit
ταφέντα. Mox Τheodor. et Socr. καί omittunt ante
ἐρχόμενον.
(22) Socrateε, τὸ Πνεῦμα τὸ ἅγιον.
(23) Socrates, τούτους ἀναθεματίζει ἡ καθολικὴ
καὶ ἀποστολικὴ Ἐκκλησία. Τheodo. ibid., ἡ ἀγία,
καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
(24) Τheodor., αὕθις.
(25) Τheodor. et Socr., καταλιμπάνομεν. Gelas.,
καταλαμβάνομεν. Ibid. Τheodoretus, ἐρωτήσεις.
Mox Τheodos. et Gelas., ἐβασανίζετο ὁ λόγος.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.