PG 23, col. 317

ριέχει καὶ τῶν θεοφιλῶν ἀνδρῶν ἀγαθὰς ἐλπίδας.
Λέλεκται δὲ ταῦτα τῷ δούλῳ Κυρίου τῷ Δαυῗδ. Τοῦτο
γὰρὴ προγραφὴ σημαίνει· ὃς, ἀφορίσας ἑαυτὸν τῆς
τῶν παρανόμων τάξεως, συνῆψε τῇ τοῦ Θεοῦ ἱκετείᾳ,
τῷ νόμῳ καὶ ταῖς τοῦ Θεοῦ διαταγαῖς ἑαυτὸν κατα-
δουλώσας. Διδάσκει δὲ καὶ τοὺς λοιποὺς ἀνθρώπους
τὰ ὃμοια αὐτῷ πράττειν, καὶ μὴ συναπάγεσθαι τοῖς
παρανόμοις.
φησιν ό παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ·
οὐκ ἔστι φόϐος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν
αὐτοῦ. Ὅτι ἑδόλωσεν ἐνώπιον αὑτοῦ, τοῦ εὑρεῖν
τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. Σαφέστερον δὲ τά
προκείμενα ἡρμήνευσεν Σύμμαχος, τοῦτον ἀποδοὺς
τὸν τρόπον· Φησὶν περὶ ἀσυνθεσίας τοῦ ἀσεϐοῦς
ἔνδοθεντὶ καρδία μου · Οὐ πρόκειται ὀ φόϐος Θεοῦ
ἄντικρυς τῶν ὀφθαλμῶν αὐτοῦ. Ὅτι ἐξολισθαί-
νειν τὰ περὶ αὐτοῦ δοκεῖ, τοῦ. εὑρεθῆναι τὴν
ἀδικίαν αὐτοῦ εὶς τὸ μισηθῆναι αὐτήν. Διὰ τούτων
γὰρ αὐτὸς 6 Ααυῒδ, Ἐμοῦ, φησιν, ἡ καρδία καὶ 6
ἐμὸς λογισμὸς ταῦτα περὶ τοῦ ἀσεϐοῦς ἀνδρὸς ἐνενό-
ησε. Τὴν γὰρ θεωρητικὴν αὐτοῦ δύναμιν, δι’ ἦς ὲδύ-
νατο γνῶναι τὸν φόϐον τοῦ Θεοῦ, ὲδόλωσεν αὐτοὺς( s ic)
ἑαυτὸν τῆς διανοίας αὐτοῦ τοὺς ὀφθαλμοὺς διαστρέ-
ψας. Διὸ κατὰ τὴν Ἑϐραῖκὴν ἀνάγνωσιν ο Ἐν ὀφθαλ-
μοῖς αὐτοῦ εἴρηται δεδολωκέναι, τοῦ εὑρεῖν τὴν
ἀνομίαν αὐτοῦ, καὶ μισῆσαι· Οὕτω, φησὶν, ἑαυτὸν
διέστρεψε, καὶ τὸν φόϐον τοῦ Θεοῦ τῶν ἑαυτοῦ ἀπέρ-
ριψεν ὀφθαλμῶν, ὡς τὴν ἀνομίαν αὐτοῦ προφανῆ
τυγχάνειν, καὶ πάλιν ὁρᾶσθαι καὶ εὐρίσκεσθαι’ καὶ
διὰ τοῦτο μίσους ἀξίαν εἶναι. Ἀκαλύπτως δὲ 6 τοιοῦ-
τος ἐξέδωκεν ἑαυτὸν τῇ ἁμαρτίᾳ, ὡς καὶ τὰ ῥήματα
τοῦ στόματος αὑτοῦ ἀνομίαν εἶναι καὶ δόλον. Πάνυ δὲ
ταῦτα ἑκὼν εἵλετο, ἆτε δὴ αὐτεξούσιος ὢν, καὶ δυνά-
μενος ’μὲν τὴν ἀγαθὴν μετελθεῖν ὁδὸν, μὴ βουληθεὶς
δέ’ διὸ λέλεκται’ Οὐκ ἐϐουλήθη συνιέναι τοῦ
ἀγαθῦναιο ἀνομίαν δὲ διελογίσατο ἐπὶ τῆς κοί-
της αὐτοῦ. Θύδὲ γάρ, κατὰ τὸν καιρὸν τῆς ἡσυχίας
ὲν ᾧ μετὰ τὰς μεθημερινὰς πράξεις ἑαυτοὺς ἐπιδιδόασιν ἄνθρωποι ἠρεμίᾳ καὶ εὐσταθείᾳ καὶ ὕπνῳ, ἐν
καταστάσει γαλήνῃ γέγονεν 6 τοιοῦτος· ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοί-
της αὐτοῦ.
· Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου. Σφόδρα ἀκο-
λούθως μετά τὴν ὑπογραφὴν τῆς τοῦ παρανόμου κα-
κίας τὸν ὑπερϐάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ μακροέ
θυμίας παρίστησιν, δι’ ἦς καὶ τῶν παρανόμων καὶ,
ἀσεϐῶν ἀνδρῶν ἀνέχεται· διδάσκων, ὅτι ὀ πλοῦτος
τῆς χρηστότητος αὑτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς
μακροθυμίας ἐλέου πεπλήρωται μεγάλου. καὶτοῦτο
τὸ ἕλεος τοῦ Θεοῦ αἴτιον τυγχάνει τῆς τῶν ᾁμαρτω-
λῶν καὶ ἀσεϐῶν ἀνδρῶν ζωῆς τε καὶ εὐθυμίας. Τὸν
μὲν οῦν θησαυρὸν τοῦ ἐλέους ξαύτοῦ τεταμιεῦσθαί
φησιν ὲν τῷ οὐρανῷ ἀλλὰ καὶ⁹ τὴν ἀλήθειαν αὑτοῦ
εἶναι παρ’ αὐτῷ, πληροῦντες ' πάντα τὰ ὑπε ρουράνιαο
ὅμως δὲ καὶ μέχρι τῶν νεφελῶν, ἢ, μέχρι τῶν
αίθέρων, κατὰ τὸν Σύμμαχον, διήκειν. Οὕτω γοῦν καὶ
νδ Rom. ii, 4. ⁵⁵ Psal. Lxxxviu , 2.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.