PG 23, col. 320

ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ἐκ δὲ τῶν λεγομέ-
νῶν νεφελῶν καὶ είς ἀνθρώπους προχέεται ἡ τοῦ Θεοῦ
ἀλήθεια ’ νεφέλας δὲ τοὺς προφήτας ἢ τὰς ἀγγελικάς
δυνάμεις, δι’ ὧν ή ἀλήθεια τοῦ Θεοῦ xui είς ἀνθρώ-
πους κατελήλυθεν, εἴωθεν ὁ λόγος ὀνομάζειν. Οὕτω
Ἔτι πρὸς τούτοις ή δικαιοσύνη σου, φησὶν, ὧ
Κύριε, μεγάλη τυγχάνει xui ὑψηλὴ, δρεσι παραϐαλλο-
μένη, καὶ δρεσι Θεοῦ, xui πρὸς τούτοις τά κρίματά
σου ἀκατάληπτα. Ὠς γὰρ ή καλουμένη ἄϐυσσος
ἄπειρός ὲστιν ἀνθρώποις καὶ ἀκατάληπτος’ ὃ δὴ
σημαίνει ὁ φήσας λόγος· Τιθεὶς ἐν θησαυροῖς ἀϐύσ-
σους · οὕτως xui τὰ σά κρίματα, ὧ Κύριε, τά ix τῆς
σῆς δικαιοσύνης φερόμενα, ’ἡ ᾶϐυσσός ἐστι
πολλή. ’Δντὶ δὲ τοῦ, Ἠ δικαιοσύνη σου ὡς ὅρη
Θεοῦ, ὁ Ἀκύλας, Δικαιοσύνη σου ὡς ὄρη ὶσχιφὰ,
ἡρμήνευσε. Τούτων δὲ πάντων εὐκαίρως ἐμνημόνευ-
σεν ὁ λόγος· δεικνὺς, ὅτι διά τὸ έλεός σου τοῦ Θεοῦ
τὸ ὲν τῷ οὐρανῷ, καὶ διὰ τὴν ἀλήθειαν αὐτοῦ καὶ
διὰ τὴν δικαιοσύνην αὐτοῦ, xui διὰ τό· Ὠς ἄϐυσσος
πολλὴ ἀκατάληπτα τά κρίματα αὐτοῦ, καὶ ἀσεϐεῖς
xui ἀθεοι καὶ ἁμαρτωλοὶ οὐ μόνον ζωῆς ἀπολαύουσιν,
Διὸ έπιλέγεται ο Ἀνθρώπους καὶ κτήνη σώσεις,
Κύριε, ὡς ἑὲτλήθυνας τὸ ἔλεός σου,ὀ Θεός. Διά
γὰρ τά κρίματά σου τά ὡς ἄϐυσσος πολλὴ, xui διὰ
τὴν δικαιοσύνην σου καὶ τὴν ἀλήθειάν σου τὴν έν τῷ
οὐρανῷ, ἄνθρωποι xui κτήνη κατά τὸ αὐτὸ σώζονται ·
οὕτως ὲπλήθυνας τὸ ἔλεός σου, Θεὸς, ὡς’μὴ μόνον
τοὺς ἀξίους τῆς ἐκ σοῦ ζωῆς μεταλαμϐάνειν, ἀλλά
xui τοὺς κτηνὼδεις xui ἀνοήτους τῶν ἀνθρώπων.
Ἐπειδὴ γὰρ πολλοὶ μέμφονται καὶ καταιτιῶνται·
Ἵνα τί ἀσεϐεῖς εὐθηνοῦσι, xui τῶν τοῦ Θεοῦ ἀγαθῶν
ἀπολαύουσιν; ἀναγκαίως διδάσκει, ὅτι πολυέλεός
ἐστιν. Ἀλλ’ εί μὲν ἦν ἔλεος μόνον xui φιλανθρωπία,
οὐδὲν ἐκώλυεν τὸν τῶν ἁμαρτωλῶν μετέρχεσθαι βίον ο
διδάσκει δὲ, ὅτι σὺν τῷ ἐλέῳ ἀνακέκραται ἀλήθεια
xui δικαιοσύνη, ὡς τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας
διαληψομένης τοὺς ἁμαρτωλοὺς μετά τὸ ἔλεος. Et γὰρ
ιὴ ὤφελοῖντο τῷ έλέῷ xui τῇ μακροθυμίᾳ τοῦ θεόῖὶ,
ή δικαιοσύνη αὐτοῦ καὶὴ ἀλήθεια μετελεύσεται αὐ-
τούς’ ὐποϐληθήσονται γὰρ κρίσει δικαίαλ Ἔστι γὰρ,
ἔστιν ἀπόρρητα τά κρίματα τοῦ Θεοῦ ο πολύς τε xui
ἄπειρος βυθὸς, ἢ, καθὼς ή Γραφή φησιν, ἁϐυσσος
πολλὴ ὲν τῷ λόγῳ τῶν χριμάτων αὐτοῦ περιέχεται.
Ταῦτα τοίνυν μένει τοὺς ἀσεϐεῖς.
Ol δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύ-
ων σου emicem. Μεθυσθήσονται ἀπὸ πιότητος
οἵκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου
ποτιεῖς αὐτούς. Ὀτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ
φωτί σου ὀψόμεθα φῶς. Ἐπειδὴ τὰ κρίματά σαι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.