PG 24, col. 108

καὶ ἰσχύοντα ἄνθρωπον, πολεμιστὴν καὶ δικαστὴν, καὶ
προφήτην, καὶ στοχαστὴν, καὶ πρεσϐύτερον. ι Τοῦτο
δὲ συμϐήσεται αὐτοῖς, οὔτε δι’ εἰδωλολατρείαν, οὔτε διδ
ἐτέρας πράξεις τινάς· διὰ μόνην δὲ βουλὴν ἄθεον
ἀληθῶς, καὶ ἀσεϐῆ, καὶ πονηρὰν, τὴν κατά τοῦ Κυ-
ρίου. Θέα γοῦν ὅπως μετὰ πάσας τάς κατ’ αὐτῶν
ἀπειλὰς ἐπάγει λέγων ’
ί Τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀπήγγειλαν
καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεϐού-
λευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες, ὅτι
Δήσωμεν τὸν δίκαιον, ὃτιδύσχρηστος ήμῖν ἐστι. ι Τὸ
γὰρ αἴτιον τῶν ἀπειλουμένων ἀπάντων τοῦτο ἦν. Καὶ
έκ τούτων δὲ ἀναμφιλέκτως οἶμαι συνίστασθαι τὸ
μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχη-
κέναι. Ἀθρὸως οὖν ἐξέλιπε καὶ ἀφῃρέθη κατὰ τὴν
προφητείαν, ἀπό τε τῆς Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς
Ἰουδαίας, ὁμοῦ τὰ πάντα, οὒκ ἄλλοτε κατὰ τὴν
τοῦ Σωτῆρος ήμῶν ἐπιϐουλήν. Καὶ πρῶτον ἀφῃρέθη-
σαν ἰσχύοντα καὶ ἰσχύουσαν· ἢ κατά τὸν Ἀκύλαν,
ι ἔρεισμα καὶ ὲρεισμόνο ι ἢ κατὰ τὸν Σύμμαχον,
ι στήριγμα καὶ στηριγμόν. ι Ὅπερ νοήσεις κατά τδν
ἀποστολικὸν λόγον, ὃς τοὺς βίῳ τῷ κατά Θεὸν ἐμπρέ-
ποντας στύλους τε καὶ ἑδραίωμα ὠνόμασε. Πάντως
δέ που καὶ παρὰ τῷ προτέρῳ λαῷ ἦσάν τινες ῶσπερ
ἑδραιώματα τοῦ παντὸς αὐτῶν ἔθνους, οὒς ἀρθήσε-
σθαι ἀπ’ αὐτῶν 6 λόγος ἀπειλεῖ.
( ’ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὓδατος. ι Νοητῶς δὲ
ὲκλαμϐανόμενος ταῦτα, δρα, ὅτι ούκ ἄρτον, ούτε,ὖδωρ
εἶπεν ἀφελεῖν, ’ἀλλ’ ἰσχὺν ἄρτου καὶ ίσχὺν ὓδατος·
ὅπερ νοήσεις ἀφ’ ἑτέρου προφήτου φήσαντος ο ι Ἰδοὺ
ἡμέραι ἔρχονται, λέγει Κύριος , καὶ ἀποστελῶ λιμὸν
ὲπὶ τὴν γῆνο ού λιμὸν ἀρτου, οὐδὲ δίψαν ὓδατος,
ἀλλά λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. ι Ἔστιν οὖν
ψυχῆς ἄρτος θρεπτικὸς τις λόγος , καὶ ποτὸν ὡσαύ-
τως λογικόν ὧν εί καὶ νομίζουσι μεταλαμϐάνειν
Ἰουδαίων παῖδες, ὲν τῷ τὰς θείας διέρχεσθαι Γραι
φάς, καὶ περὶ τὰς ὲκμαθήσεις καὶ ἐπαγγελίας αὐτῶν
φιλοκαλεῖν· ἀλλά τὴν (6) ἰσχὺν τῶν θρεπτικῶν λόρ
γων, καὶ τὸ θρεπτικὸν τῆς ζωοποιοῦ γῆς οὐκ ἂν εὖ.
οοις παρ’ αὐτοῖς. ’Ἄρτου τοίνυν πάλιν ούκ αίσθητοῠ
ν μνημονεύειο ἀλλ’ οὐδὲ ὑδάτων τῶν ὲν καταχρήσει
κοινίῇο ἐκείνου δὲ μᾶλλον περὶ οὗ φησιν 6 Δαυῒδ
ι ἄρτον ούρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφα-
γεν ἄνθρωπος. ι Ὑδάτων τε διαμεμνῆσθαί φαμεν
αὐτὸν νοητῶν, περὶ ὧν αὑτός πού φησιν 6 προφήτης
Ἡσαΐας · ι Καὶ ἁντλήσουσιν ὕδωρ μετ’ εὐφροσύνης ὲκ
τῶν πηγῶν τοῦ Σωτηρίου · ι καὶ μὴν καὶ αύτὸςόΣω-
τῆρ’ ι Πᾶς 6 πίνων ὲκ τοῦ ὓδατος τούτου , διψήσει
πάλιν⁸ ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὓδατος οὗ ἐγὼ δώσω αύτῷ,
γενήσεται ἐν αὐτῷ πηγὴ ὓδατος ἁλλομένου εἰς ζωὴν
αἰώνιον. ι Σύνες δὲ ἀκριϐῶς τὰς περὶ τούτων τοῦ
5. ⁸⁸ Joan. tv, l5, Η.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.