PG 24, col. 552

παραϐάλλειν οἷκον, μηδὲ πάντα ἄνδρα τῆς ὑποδοχῆς
αὑτῶν ἄξιον εῖναι κρίνειν· προερωτᾷν δὲ εἴ τις εῐη
τῶν κατά τὴν πόλιν ἢ τὴν χώραν ἀγαθαῖς πράξε-
σι καὶ βίῳ σεμνῷ μεμαρτυρημένος, ὡς τοὺς βασιλι-
κοὺς στρατιώτας δύνασθαι ξενίοις ἀρετῆς ὑποδέξα-
σθαι. Ἐπειδὰν δέ τις εὑρεθείη τοιοῦτος, εἰσιόντας
ὑπὸ τὴν τούτου στέγην, προαποτίθεσθαι τά οἰκεῖα τῆς
στρατείας ὅπλα ο ταῦτα δ’ ἦν τὰ τῆς εἰρήνης σύμϐο-
λα ’ διὸ καὶ αὑτὸν τὸν ὑποδοχέα, καὶ πάντα τόν οἶκον
αὑτοῦ εἰρηνικῶν ἀσπασμῶν ,καταξιοῦνο εἶτ’ αὑτοῦ
μένειν, καὶ μὴ μεθίστασθαι, μηδ’ οἴκους ἐξ οἴκων
ἀμείϐειν. Τοῦτο γάρ εἶναι σημεῖον ἀπηκριϐωμένης
ἐξετάσεως· τὸ γὰρ εὐχερὲς καί ἄκριτον, οὑ στερρὸν
οὐδὲ βεϐαίου τρόπου. Διὸ παρῄνει μὴ πρῶτον καταμέ-
νειν, ἔπειτα ἐρωτᾷν καὶ πυνθάνεσθαι, εἶτ’ ἐνυϐρίσαν-
τας τῷ ξένῳ μεταϐαίνειν ἐφ’ ἓτερον. Κᾶν οὗτος ἀν-
άξιος τῆς ὑποδοχῆς εὑρεθῇ, πάλιν ἐνθένδε μετανίστα-
σθαι, έχθραν ἑκούσιον ἐπισπωμένους, μετὰ καὶ τοῦ
τὴν αὑτῶν εἰρήνην εἰς ἀναξίους ῥίπτειν. Ἀλλ’ ἀκρι-
ϐῶς πρότερον τὸν ἄξιον πολυπραγμονεῖν ⁸ ἔπειθ’ οὖ-
τω παρελθόντας, τῶν τῆς εἰρήνης ἀγαθῶν μεταδι-
δόναι, καὶ παρέχειν ἀφθόνως τῷ μεμαρτυρημένῳ οὑ
μόνον, ἀλλά καὶ παντί τῷ οἴκῳ δι’ αὐτόν. Εἰ δ’, εὑρε·
θέντος ἀξίου τινὸς καὶ ὑποδεξαμένου τὸν τῆς βασι-
λείας στρατιώτην, συμϐαίη ποτὲ οἷα πολλάκις ἐν ἁν-
δρὸς οἴκῳ θεοσεϐοῦς εἴωθε γίνεσθαι, γονέας ἦ ἀδελ-
φοὺς ἢ ἑτέρους τῷ γένει προσήκοντας ἐναντιοῦσθαι
καὶ πολεμεῖν, οὐ μόνον τὸν ὲπεξωσμένον (56), ἀλλά
καὶ τὸ τῇ ὑποδοχῇ τετιμηκότα, ἀναγκαίως καλ⁴ τούτων
ὁ Σωτὴρ οὑ παρῆλθε τὴν μνήμην, ἀλλ’ ἐπιλέγει τοῖς
προτεταγμένοιςο κᾶν μὲν ή οἰκία ἀξίαν ἐλθέτω ἢ
εἰρήνη ὑμῶν ἐπ’ αὑτήν ἐὰν δὲ μὴ ἀξία, ή εἰρήνη
ὑμῶν ἐφ’ ὑμᾶς ἐπιστρεψάτω. Ὑμεῖς μὲν γὰρ, φησὶ,
τοῦ μεμαρτυρημένου χάριν, τοῦ καὶ τῆς ἐπιϐάσεως
τῆς ὑμετέρας ἀξίου, μὴ μόνον αὑτὸν ταῖς τῆς εἰρήνης
εὑλογίαις, ἀλλά καὶ πάντα τὸν οἷκον, δηλαδὴ τοὺς αὑο
τοῦ οἰκείους καὶ συγγενεῖς, εἰρήνης ἀσπασμοῖς εὐαγ-
γελίζεσθε, καὶ τά παρ’ ὑμῶν ἀφθόνως καὶ πλουσίως
ἀπλοὺσθω εἰς γονέας καί ἀδελφοὺς καὶ συγγενεῖς πάν-
τα τε τὸν οἷκον τοῦ ὑποδεδεγμένου. Εἰ μὲν οὖν εὑρε-
θεῖεν καὶ οὗτοι τῆς ὑμετέρας εὐλογίας ἄξιοι, ἐλθέτω ή
εἰρήνη ὑμῶν ἐπὶ πάντας ὡς ὲπὶυίοὺς εἰρήνης · εἰ δ’
ἐχθροὶ καὶ πολέμιοι τῆς ὑμετέρας ὀφθεῖεν εἰρήνης,
καὶ οὑδαμῶς αὑτῆς ἄξιοι, ἄραντες, φησί,τάὑμέτερα
ἀγαθὰ, τῶν ἀναξίων ὑποχωρεῖτε, καὶ ή εἰρήνη ὑμῶν
ἐφ’ ὑμᾶς ἐπιστρεψάτω, τῆς ἐξ ὑμῶν εὐλογίας ἐφ’ ὑ-
μᾶς πάλιν μεταϐαινούσης, ὅτι δὴ τά παρ’ ὑμῶν πε-
πλη ρώκατε .
Καὶ εὶς ἣν δ’ ἂν. affixa}- slaépzita'as καί δέχωνται
'vuar. κ. τ. .
’ῡμας, κ. τ. Α.
Ἐν τούτοις γε πάλιν κηρύττειν τοῦ Θεοῦ τὴν βασι-
λείαν, καὶ ἡγγικέναι λέγειν αὑτὴν παρεκελεύετο ο οὑκ
ἀργὸν οὐδ’ ἀναπόδεικτον ποιουμένους τὸν λόγον, τὰ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.