PG 24, col. 553

πορείαν, πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολμᾷν.
Πλὴν εἰ καὶ μὴ συναπώλεσε τῷ πλήθει διὰ τὴν εἰρη-
μένην αἰτίαν, δι’ ἣν καὶ Φαραὼ, τῶν λοιπῶν Αἰγυπτίων
κολαζομένων, θεωρὸς ἐφυλάττετο· ὅμως γοῦν τοὺς
αὐτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας ἐπὶ τῆς οἰκείας
γενόμενος γῆς.
ι Τοῦτο δέ σοι τὸ σημεῖον ° φάγε τοῦτον τὸν ἐνιαυ-
τὸν ἃ ἕσπαρκας’ τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κα-
τάλειμμα · τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καί φυ-
τεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. ι
Εἰ δέ σοι δεῖ σημείου πρὸς πίστωσιν τῶν ἐμῶν λόγων,
ἴσθι ὅτι τὸν παρόντα ,ἐνιαυτὸν τοῖς ἀπὸ γῆς-αὐέ-
τομάτως ἀναδοθησομένοις πρὸς τροφὴν χρήσῃ, τὸ
μηδὲ δύνασθαι συνήθως τὴν χώραν γεωργίας τυχεῖν
διά τὴν τῶν πολεμίων ἔφοδον.
ι Καὶ ἔσονται οἰ καταλελειμμένοι ἐν τῇ Ἰουδαία,
φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἀνω,
ὃτι ἐξ Ἰερουσαλὴμ ἔσονται οἰ καταλελειμμένοι, καὶ
οἱ σωζόμενοι ἐξ ὅρους Σιών. '0 ζῆλος Κυρίου Σαϐαὼθ
ποιήσει ταῦτα. Διά τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βα-
σιλέα ’Δσσυρίωψ Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύ-
την, οὐδὲ μὴ βάλῃ ἐπ’ αὐτὴν βέλος, οὐδὲ μὴ ὲπιὸἀλῃ
ἐπ’ αὐτὴν θυρεὸν, οὐδὲ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρα-
κα, ι εὖ εἰδότες, ὡς οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ
μετά τὴν αἰχμαλωσίαν τοῦ ἐν Σαμαρείᾳ πλήθους ὲν
εἰρήνῃ διατελέσετε, εἰ κατά τὴν έμήν βουλὴν, ῥίζαν
ἐμϐαλόντες ἑδραίαν θεοσεϐείας ἐν τῇ ἑαυτῶν ψυχῇ,
καρπὸν τῆς ἐμῆς γεωργίας ἀξιον ἀναϐλέποντα πρὸς
μὶ ἀναδώσετε.
ι ’Λλλά τῇ ὁδῷᾖ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται,
καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. Τάδε λέγει Κύ-
ριος ο ’Υπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι
αὐτὴν δι’ ἐμὲ, καὶ διά Δαυῒδ τὸν παῖδά μου. ι Τοῦτο
γὰρ ἐμοὶ Θεῷ δντι πρέπει. Διὸ ταῦτα πράξω δι’ ἐμὲ,
ἀλλ’ οὐ διὰ τοῦ ἀξίους εῖναι τοὺς βοηθουμένους.
ο Kal. ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς
παρεμϐολῆς τῶν Ἀσσυρίων ρπε⁹ χιλιάδας’ καί ἀνα-
πάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ
ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυ-
ρίων, καὶ ᾤκησεν ἐν ινευῇ έν ’τῷ αὐτὸν προσ-
κυνεῖν ἐν τῷ οἴκῳ Νασαράχ τὸν πάτραρχον αὑτοῦ,
Ἀδραμέλεχ καὶ Σαρασάρ οἰ υἱοὶ αὐτοῦ ἐπάταξαν αὺ-
τὸν μαχαίραις. Αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν,
καὶ ἐϐασίλευσεν Ἀσορδὰν ὁ υἰὸς αὐτοῦ ἀντ’ αὐτοῦ. ι
Οὐκ εἰς μακρὰν δὲ τοῖς λόγοις φοϐερά τις θεῖκὴ πρᾶ-
ξις εἵπετο αὐτίκα μετά ταύτας τάς φωνὰς, οὐδ’ ἀν-
θρωπίνης μεθόδου, μυριάδες ἀθρόως ἀνδρῶν εὕρην-
ται νεκραὶ βεϐλημέναι ὑπὸ χειρὸς ἑνὸς ἀγγέλου ο το-
σοῦτος γὰρ ἦν οὗτος, ὠς Θεοῦ κρίσει διακονήσασθαι
καὶ τοσαῦτα πλήθη τῶν πολεμίων ἀνελεῖν · ὅπως ἔργῳ
πεῖραν λάϐοι ὁ τούτων βασιλεὺς, ὃς κατεϐλασφήμει
Θεοῦ. Τούτου γοῦν ἕνεκεν τοσούτων ἀπολλυμένων,
οὐ συναπώλλυτο, ὡς ἂν θεωρὸς γενόμενος τοῦ πρα-
χθέντος, τήν ἄθεον αὐτοῦ γλῶτταν ὲπιστομίσειεν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.