PG 24, col. 632
τὴν ἀποκάθαρσιν τὴν διὰ τῆς αὐτοῦ μυστικῆς διδα-
σκαλίας, ού τὰ Ἰουδαϊκὰ παραγγέλματα, οὐδὲ τά παρὰ
Μωῦσεῖ νόμιμα, ἀλλ’ ὅσα αὐτοῖς ἐνετείλατο φυλάτ-
τειν. Ταῦτα δ’ ἦν ἃ δὴ συμφώνως οἱ πάντες ἐκπε-
ριελθόντες πάντα τά ἔθνη παραδεδώκασι ταῖς καθ’
ὅλης τῆς οἰκουμένηςἘκκλησίαις. Ἀναγκαίως δὲ αύ-
τοὺς προτρέπει, καὶ προθυμοτέρους ἀπεργάζεται ἐπὶ
τὸ θηρεῦσαι περιελθεῖν τε πάντα τὰ ἔθνη, καὶ μαθη-
τεῦσαι πᾶν γένος ἀνθρώπων, δι’ ἦς πεποίηται πρὸς
αύτους ὑποσχέσεως είπών· Καὶ ἰδοὺ ἐγὼ εἰμι μεθ’
ὑμῶν · κατὰ δὲ Λουκᾶν, τὸ Πνεῦμα ἐπαγγειλάμενος.
Β Τούτῳ δὲ τῷ τῆς ἐπαγγελίας λόγῳ ἔργον ἐπιθεὶς, θεῖκῇ
β’. Ταύτῃ γοῦν ἐπιθαρσή σαντες τῇ ἐπαγγελίᾳ. ἔργῳ
τοὺς αὑτοῦ λόγους ἐπλήρουν· αὐτίκα μηδὲν ὑπερθέ-
μενοι, σῦν πασῃ προθυμίᾳ περιῆλθον ἐπὶ τὴν τῶν
ἐθνῶν διδασκαλίαν· ἔργῳ μὲν αὐτῷ παραλαϐόντες (53),
καὶ ὀφθαλμοῖς ὁρῶντες ζῶντα τὸν πρὸ μικροῦ θανόν-
τα, καί ὃν ἐξωμόσαντο ἀρνησάμενοι διὰ τά συμϐεϐη-
κότα, τοῦτον αὑτὸν ἐναργῶς καὶ αὐτοπροσώπως παρ-
όντα καὶ συνήθως προσδιαλεγόμενον, ἐπαγγελλόμε-
νόν τε αὐτοῖς τά προλελεγμένα· ούκ ἔχοντες δέ ὅπως
ὰν ’ἀποστήσωσι τῆς ἐπαγγελίας διά τὴν θεωρουμένην
δψιν. Ἦ γὰρ ἂν καὶ ἀπώκνησαν πρὸς τὸ ἐπίταγμα,
ἀγροικίαν ἐαυτοῖς καὶ λόγων ἰδιωτείαν συγγινώσκον-
τες, δι’ ἢν τάχα ἂν καὶ παρῃτήσαντο · εἰκότως λογι-
σάμενοι, ως οὐχ οἷόν τε ἦν Σύρους τὴν γλῶτταν, καὶ
πλέον άλιείας μηδὲν ἐπισταμένους, διδασκάλους ὁμοῦ
Ἑλλήνων»κώ Ῥωμαίων, Αἰγυπτίων τε καὶ Περσῶν
καὶ τῶν λοιπῶν βαρὸάρων ἐθνῶν καταστῆναι, άντι-
νομοθετῆσαι τε τοῖς ἁπανταχοῦ γῆς νομοθέταις τε
καὶ βασιλεῦσι, τάναντία τοῖς περὶ τῶν πρώτων θεῶν
ἐκ τοῦ παντὸς αἰῶνος δεδογμένοις. Ἀλλ’ οὐκ ἐξῆν
αὐτοῖς ταῦτα διανοεῖσθαι, ἀκούσασι μέν Θεοῦ φωνῆς
λεγούσης αὐτοῖς, ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι, ὁρῶσι
δὲ ἐναργῆ τὴν τοῦ λαλοῦντος θεότητα κρείττονα θα-
νάτου φανθεῖσαν ’ διὸ καί δέος αὐτοῖς τῆς παρακοῆς
εἰσῄει (54). Ἔνθεν ὁμόσε τοῖς κινδύνοις ἐχώρουν, τῆς
μετὰ θάνατον ζωῆς παρά τοῦ διδασκάλου λαϐόντες τὰ
ἐχέγγυα· προῆλθόν τε εὐθαρσῶς ἐπὶ τὴν τῶν ἁπάν-
των ἐθνῶν περίοδον, τοῦ σφων διδασκάλου τὰς ὑπο-
σχέσεις ἔργοις πιστούμενοι· οἷς καὶ ἔφη· Ὑμεῖς δέ
ἐστε μάρτυρες τούτων, τοῦ θανάτου δηλαδὴ καὶ τῆς
ἀναστάσεως.
(55-56) γ’. Ἀπαξ οὖν ἀποφηναμένου δεῖν κηρυχθῆο
ἐπὶ τῷ ὀνόματι αὑτοῦ μετάνοιαν ἐπὶ πάντα τά ἔθνη, εί
ναι μὴ τοῦργον ἐπηκολούθηκε τῷ λόγῳ, μηδὲ τὰ τῆς ἐκ
νεκρῶν ἀναϐιώσεως αὑτοῦ πιστευέσθω· εἰ δὲ εἰσέτι
καὶ νῦν τά τῆς προρρήσεως εἰς ἔργον χωρεῖ, ὃ τε
semel alibi dixi.)
(55-56) Hic prmlermittitura Niceta eclogario pars
aliquanta Eusebiaui textus, qua: legitur inAuglicana
cdiiione, p. 2'27. Tbeoph. tv, 9. Arigl. p. $28.