PG 24, col. 688

τὸν μὲν ἀποᾶχθῆναι,τδν δὲ μεμφθῆναι μόνον, τὸν δὲ
σιιγκλεισθῆναι δεσμωτηρίῳ. Ἑφίστημι, μήποτε,
κατὰ τὸν Ματθαίον, μετὰ τὴν συμπληρωσιν τοῦ λόγου
τὴν κατὰ τοῦ μηδὲν ἱργασαμένου ἡ ἑξῆς ἐπιλεγομένη
ἀπειλὴ οὐ περὶ αὐτοῦ, ἀλλὰ περὶ τοῦ προτέρου κατ’
ἐπανάληψιν λέλεκται τοῦ ἐσθίοντος καὶ πίνοντος μετὰ
τῶν μεθ υόντων.
Ταῦτα μὲν οὖν οὕτως εἴρηται παρὰ τοῦ Ματ-
θαίου ἐπὶ τοῦ ὅρους τῶν Ἐλαιῶν, τοῦ Σωτῆρος τοῖς
αὑτοῦ μαθηταῖς συνόντος καὶ τὰ περὶ τῆς συντε-
λείας προδιαστελλομένου ο τὴν δὲ προκειμένην πα-
ραϐολὴν μόνος Λουκᾶς ἀπεμνημόνευσεν, ὡς τοῦ Σω-
τῆρος εἰρηκότος αὐτὴν καθ’ ὃν χρόνον ὲν Ἱεριχδῖ τὰς
διατριϐὰς ἐποιεῖτο. Διόπερ οὐδὲ τὴν αὐτὴν ἐκείνῃ
ταύτην εἶναι ὑποληπτέον, ἐπεὶ μηδὲ τὰ ὲν αὐτοῖς
φερόμενα ὅμοια τυγχάνει. Ἐνταῦθα μὲν γὰρ δέκα
λέγονται δοῦλοι, ἐκεῖ δὲ οὐ τοσοῦτοι· καὶ ἐνταῦθα 6
καθεὶς ἀνὰ μίαν μνᾶν λαμϐάνει, ἐκεῖ δὲ ό μέν τις
πέντε τάλαντα, 6 δὲ δύο, 6 δὲ ἓν. Καὶ ἐνταῦθα 6 μέν
τις δεκαπλασιάσας τὴν μνᾶν ἀκούει, Εὖ, δοῦλε
ἀγαθὲ καὶ πιστὲ, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου,
ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων- ό δὲ
τὴν μίαν πέντε ποιήσας ἀκούει, Καὶ σὺ γίνου ἐκάη
νω πέντε πόλεων. Ἐν δὲ τῇ τῶν ταλάντων παρα-
ϐολῇ ἐλέγετο, Εὖ, δοῦλε ἀγαθὲ, ἐπὶ ὀλίγα ἧς
πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἷσελθε εἰς
τὴν χαρὰν τοῦ Κυρίου σου.
Τήν γε μὴν είς τὴν παραϐολὴν ἑρμηνείαν ὲπι-
τεμνόμενοί φαμεν ο ’Υπέλαϐόν τινες κατά τὴν πρώ-
την τοῦ Σωτῆρος ἡμῶν παρουσίαν τὴν βασιλείαν αὖ·
τοῦ γενήσεσθαι ’ -καὶ τοῦτο ἐνόμιζον ἔσεσθαι παραυ
χρῆμα τότε ἐπειδάν ἐπιϐῇ τοῖς Ἱεροσολύμοις· οὕτως
ἐξέπληττον αὐτοὺς αἱ θεοο-ημείαι ὑπ’ αὐτοῦ συντε-
λούμεναι. Πρὸς δὴ οὖν ταύτην τὴν ὑπόνοιαν 6 Σωτὴρ
διδάσκει, μὴ πρότερον αὐτὸν παρὰ τοῦ Πατρός τὴν
βασιλείαν ἀπολήψεσθαι, ἢ τὴν ἀποδημίαν τὴν ἐξ
ἀνθρώπων πρὸς τὸν Πατέρα στείλασθαι. Τοῦτο δὲ
διὰ τῆς παραϐολῆς παρίστη, λέγων ο Ἄνθρωπός
τις εὐγενὴς ἐπορεύθη είς χώραν μακρὰν, λα·
δεῖν ἑαυτῷ ,βασιλείαν καὶ ὑποστρέψαι· £6-
γενῆ μὲν ἑαυτὸν καλῶν διὰ τὴν κατὰ σάρκα γέ-
νεσιν ἐξ Ἀϐραὰμ καὶ¹ Ἰσαὰκ καὶ Ἰακὼϐ, ἐκ τε
Δαϐὶδ καὶ τῶν τούτου διαδόχων γεγενημένην · διδ καὶ
ἄνθρωπον ἑαυτὸν ὠνόμαζε. Λέγων δὲ, Ἐπορεύθη εις
χώραν μακρὰν, τὴν άπὸ γῆς είς οὐρανὸν ἄνοδον ἑαυ-
τοῦ ὲσή μανεν. Ἐπιφέρων δὲ τὸ, λαϐεῖν ἑαυτοῦ βασι·-
λείαν καὶ ὑποστρέψαι, τὴν δευτέραν αὐτοῦ θεοφά-
νειαν. τὴν ἔνδοξον καὶ βασιλικὴν, παρίστη. Ἀλλὰ γὰρ
κατὰ τὴν λεχθεῖσαν ἀποδημίαν τοὺς μὲν αὑτοῦ δούλου ς
comperi ;_ ita ut de alio exemplari loquatur Eusebius
necesse Si .
necesse Si ι.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.