PG 24, col. 852

ἁθρόως, τῶν τε κατ’ οὐρανὸν, καὶ τῶν ὲπί γῆς ποι-
μένα καὶ Σωτῆρα, κηδεμόνα τε καὶ φύλακα, καὶ
ἰατρὸν , καὶ κυϐερνήτην μόνον αὑτὸν ὸ γεννήσας
ἀνέδειξε Πατὴρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ
διοικήσεως μόνῳ τοὺς οἴακας (47') ἐγχειρίσας · δ διδάο
σκει λέγων αὑτός· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ
Πατρός μου. Καὶ αὖθις, '0 γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν.
καὶ πάντα δέδωκεν- ὲν τῇ χειρί αὐτοῦ. '0 δ’, οἷα
σοφὸς κυϐερνήτης, τὸν κλῆρον παρὰ τοῦ Πατρὸς ὑπο-
δεδεγμένος, ἐπιϐὰς τοῦ σύμπαντος κόσμου, ἀνω τε
πρὸς τὸν αὑτοῦ· Πατέρα βλέπων, ἄγει καί φέρει πηδα-
λιουχῶν τὸ πᾶν, οὐδὲ τὸ σμικρότατον τῶν δεομένων
τῆς ἐξ αὑτοῦ χορηγίας παρορῶν, οὐδ’ ὑπερφρονῶν
τῶν βραχυτάτων. Διὸ δὴ, τοῖς πᾶσιν, ἐπεὶ πάρεστιν
ἑκάστῳ, νέμων τὰ πρόσφορα, τῇ τε τῶν ὅλων θερα-
πείᾳ δίκην ἰατροῦ τὰ ἁρμόδια πρὸς σωτηρίαν ἐπαρ-
κῶν. Ὅθεν εἰκότως οὐδὲ τοῦ κατ’ ἄνθρωπον ὑπερε-
φρόνησε βίου, ἀλλὰ καὶ πάλαι πρότερον τοῖς ἐξ
αἰῶνος φιλοθέοις ἀνδράσι τὴν ἐξ αὑτοῦ παρεῖχεν ἑπι-
κουρίαν, ὧδε μὲν ἀνθρωπείῳ σχήματι τοῖς Ἐϐραίων
προπάτορσιν ἐπιφαινόμενος, ὧδε δὲ τοῖς τούτων ἁπο-
γόνοις ἁρμοδίους διαταττόμενος νόμους, ήδη δὲ καὶ
τοῖς μετέπειτα, διὰ προφητῶν, μελλούσης αὑτοῦ θεο-
φανείας ἅπασιν ἐκλάμψειν ἁνθρώποις,ὲξεδίδου θεσπί-
σματα. Ὠς δὲ ό (48) τούτων προσήλαυνε χρόνος,
ἔργοις ἐπλήρου παλαιῶν χρησμῶν ἀποτελέσματα,
καί δὴ παρῆν λοιπὸν ἀναμὶξ τῷ θνητῷ βίῳ (49) συν-
αγελαξόμενος. Αὐτός τε ἦν ὁ τοῦ Θεοῦ μονογε θὴς
Υἱὸς, ὡς ἐν ἀγάλματι θείῳ, τῷ τοῦ σώματος ὀργάνῳ,
τῷ τῶν ἀνθρώπων καθομιλῶν γένει διδασκαλίαις,
θεραπείαις ἐνθέου σοφίας , ἀπορρήτοις παιδεύμασιν.
(50) Ἤδη δὲ αὐτῶν μέχρι θανάτου πυλῶν ἤλαυνε
πατρικοῦ νεύματος ὑπερϐαλλούσῃ φιλανθρωπίᾳ, ὡς
ἂν καὶ τοὺς τῇδε τῆς ἑαυτοῦ καταξιώσειε χάριτος,
ἐπὶ τὴν παρ’ αὑτῷ ζωὴν παρελκύσας. Οὕτω Θεὸς
ἦν ὲν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ” καὶ τὴν
ένσαρκον ὑπέμεινεν οἰκονομίαν, προὼν μὲν αὐτῆς,
καὶ προῦπάρχων, θεότητι πατρικῆς δόξης τετιμημέ-
νος · οὑ μὴν ι ἁρπαγμὸν ἡγούμενος τὸ εἷναι ῐσα Θεῷ,
‹ ἑαυτὸν δ’ οὖν κενώσας, καὶ μορφὴν δούλου λαϐὼν,
ι ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος τῷ Πατρὶ γενόμενος
t μέχρι θανάτου, ι ἵν’, ὥσπερ ὁ θάνατος δι’ ἐνὸς
ἁμαρτήσαντος ἀνθρώπου παντὸς κατεκυρίευσε γέ-
νους, οὕτω καὶ ἡ αἰώνιος ζωὴ διὰ τῆς αὑτοῦ χάριτος
τῶν (51) εἰς αὑτὸν [πιστευόντων] καὶ δι’ αὑτοῦ
τῷ Θεῷ καὶ Πατρὶ αὑτοῦ γνωριζομένων, βασιλεύ-
σειεν.
ll, 55.
1M. —— Mox vulgo καὶ δὲ-παρείη.
ξυναγεᾼαζόμενρς. [ιὀτίεσυναυλιζόμενος. Π.
(50) Vulgo ήδη δή et Mp. γρ. ᾃδου loco ’θανάτου;
dein vulgo'rfi' θεότητι, et ἶσα ἐι ἐνὸς ἁμαρτάνον-
τΟ .
liii) Εἰς αὐτόν. Α nparct deesse hic πιστευόντων. li.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.