PG 25, col. 237

Τὰ δὲ νῦν δι’ αὐτοὺς καὶ ὑπ’ αὐτῶν γενόμενα πικρὸ-
τερα πολέμων, ἐδήλωσα ὑμῖν, ἵνα, κατὰ τὴν ἐξ ἀρχῆς
ιστορίαν μισοπόνηρον ζῆλον ἀναλαϐόντες, ὲξάρητε
τοὺς τὰ τοιαῦτα πονηρὰ ἐργασαμένους κατὰ τῆς
Ἐκκλησίας. El γὰρ καὶ πέρυσιν (56) οἰ κατὰ Ῥώμην
ἀδελφοὶ, μήπω τούτων γενομένων, ἀλλ’ ἕνεκα τῶν
πρώτων, σύνοδον ἔγραψαν γενέσθαι, ἵνα κάκεῖνα ἐκ-
δικηθῇ⁸ ἥνπερ εὐλαϐούμενοι οι περὶ Εὖσέϐιον, προῦ-
λαϐον διαταράξαι τὴν Ἐκκλησίαν, καὶ ἠθέλησαν ἡμᾶς
ἀνελεῖν, ἶνα λοιπὸν ἐπ’ ἀδείας πράττωσιν ὃ. βούλον-
ται, καὶ μὴ ἔχωσι τὸν ἐλέγχοντα¹ πόσῳ μᾶλλον ἐπὶ
τοῖς τηλικούτοις παρανομήμασιν ἀγανακτῆσαι ὀφείλε-
τε, καὶ καταψηφίσασθαι αὐτῶν. ὅσῳ καὶταῦτα τοῖς Β
προτέροις προσέθηκαν; Παρακαλῶ, μὴ παρίδητε τὰ
τηλικαῦτα, μηδὲ ἐπιτρέψητε τὴν περιϐόητον Ἀλε-
ξανὸρέων Ἐκκλησίαν ὑπὸ αίρετικῶν καταπατηθῆναι.
Διὰ ταῦτα γάρ εἰκότως καὶ οἱ λαοὶ καὶ¹ οἱ λειτουργοὶ⁸
καθ’ ἑαυτούς εἱσι, διὰ μὲν ’τθῦ ἐπάρχου βίας (57)
σιωπῶντες, διὰ δὲ τὴν ἀσέϐειαν τῶν Ἀρεειομανιτῶν
ἐκτρεπόμενοι. Ἐὰν τοίνυν γράφῃ πρὸς ὑμᾶς rp»
γόριος, ἢ ἄλλος τις περ). αὐτοῦ, μὴ δέξησθε,ἀδελφοὶ,
τὰ γράμματα αὐτοῦ, ἀλλὰ σχίσατε, καὶ δυσωπήσατε
τοὺς κομίζοντας, ὡς ἀσεϐείας (58) καὶ πονηρίας δν-
τας διακόνους. Ἐὰν δὲ καὶ τύπον εἰρηνικὸν τολμήσῃ
τράφειν, μηδὲ ταῦτα δέχησθε· τῷ γὰρ φόϐῳ τοῦ ἠγε-
μόνος οἱ δεχόμενοι κομίζουσι διὰ τὰς πολλὰς αὑτοῦ
βίας. Ἐπειδὴ δὲ ιίκδς καὶ τοὺς περὶ Εὐσέϐιον γράφειν
ὑμῖν περὶ αὐτοῦ, διὰ τοῦτο προῡπομνῆσαι ὑμᾶς
ἐσπούδασα, ῐνα καὶ ὲν τούτῳ τὸ άπροσωπόληπτον
τοῦ Θεοῦ μιμησάμενοι, ὲκδιώξητε τοὺς παρ’ αὐτῶν·
ὅτι ὲν τοιούτῳ καιρῷ διωγμοὺς, καὶ φθοράς παρθένων,
καὶ θανάτους, καὶ ἁρπαγὰς τῶν ὲν ταῖς ἐκκλησίαις,
καὶ πυρκαϊὰν, καὶ βλασφη μίας ὲν ταῖς ἔκκλησίαις(59],
ἕνεκεν τῶν Ἀρειομανιτῶν κατεσκεύασαν ὑπὸ ἐθνικῶν
καὶ Ἰουδαίων γενέσθαι. Οὐκ ἂν δὲ ὁ ἀσεϐὴς καὶ
μεμηνὼς Γρηγόριος ἀρνήσηται ἑαυτὸν εἶναι Ἀρειανὸν,
ἔχων ἔλεγχον τὸν ὑπογράφοντα αὑτοῦ τὰ γράμματα.
Ἀμμὼν γὰρ οὗτοςό ὑπογράφων, ἔκπαλαι μὲν ὑπὸ τοῦ
μακαρίτου Ἀλεξάνδρου τοῦ πρὸ ἐμοῦ ἐπισκόπου ἐπὶ
πολλοῖς κακοῖς (60) καὶ ἐπὶ ἀσεϐείᾳ ἐξεϐλήθη τῆς
Ἐκκλησίας. Πάντων οὖν ἕνεκεν καὶ ἀντιγράψαι ἡμῖν
θελήσατε, καὶ καταγνῶναι τῶν ἀσεϐῶν, ἵνα καὶ νῦν
οἱ μὲν λειτουργοὶ, ot ἐνταῦθα, καὶ oi. λαοὶ (6|), τὴν
ὀρθοδοξίαν καὶ μισοπονηρίαν ὑμῶν ὁρῶντες, εὐφραί-
νωνται τῇ είς Χριστὸν ὁμοψύχῳ ὑμῶν πίστει, οἱ δὲ
τοιαῦτα κατὰ τῆς Ἐκκλησίας παρανομήσαντες, με-
(55) Reg., πάλιν pro πάλαι. Mox Anglic . δι’ αὐ-
Ξιὲοᾶαιῖσυιο post Reg; πολέμων, καί διὰ τοῦτο ἐδή-
ωσα.
(56)]ιη πέρυσιν-ἀθεειῐη Reg; sed cum in omni-
bus aliis cum' editis tum mssrlegatur. et alioqui
verte hujus temporis historiae congruat , retinendqu
videtur. Natn_ ιιι mox dicetur in monito ad Apolo-
giant. anno 540, [ρεισιί Athanasii. ac etiam Euse-
Μηιῂ svnodum a Julio postularunt.
I _(5'l)_'f_{eg. pro βίας, liabet βασῶους. Post pluca
idem, Ἅνίτοίνυν.⁷ Mox. idem, Τρηγὸρίος. Εσὶιῖνεω,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.