PG 25, col. 369

δύναται κρυϐῆναι τοῦτο. Παφνούτιος μοναχδς τῆς
αὐτῆς μονῆς ὁ γράψας τὴν ἐπιστολὴν πολλά σε ἀσπά-
ζομαι, ἐρρῶσθαι σε εὖχομαι.
Ἀ δὲ καὶ βασιλεὺς ἔγραψε, μαθὼν, ὅτι εὑρέθη
. ’Δρσένιος ζῶν, ἐστι ταῦτα ·
ΝΙΚΙΠῊΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ
Μέγιστος Σεϐαστὸς τῷ mina Ἀθανασίῳ.
68. Τοῖς παρὰ τῆς σῆς συνέσεως ἐντυχὼν γράμ-
μασι, ταύτης γνώμης αὐτὸς ἐγενόμην (5), ὡς ἀντι-
γράφων τῇ σῇ στερρότητι, προτρέψασθαι σε, ὅπως
πρὸς εὐταξίαν καὶ οἶκτον τὸν τοῦ Θεοῦ λαδν ἄγειν
σπουδάσῃς. Ταῦτα γὰρ μάλιστα προηγούμενα ἐν τῇ
ἐμαυτοῦ ψυχῇ κατέχω, ὡς ἀλήθειάν τε ἀσκεῖν, καὶ
ἐν τῇ διανοίᾳ δικαιοσύνην ἀεὶ φυλάττειν, καὶ τούτοις
μάλιστα χαίρειν, τοῖς ὀρθὴν ὁδὸν τοῦ βίου πορευομέ-
νοις. Περι δὲ ἐκείνων τῶν πάσης ἀρᾶς ἀξίων, τῶν
Μελιτιανῶν δηλαδὴ τῶν σκαιοτάτων και ἀθεμίτων, οῖ-
τινες τῇ ἐ μπληξίᾳ λοιπὸν ἀπονεναρκήκασι, και μόνον
φθόνῳ καὶ ζάλῃ καὶ θορύϐοις τὰ ἄτοπα κινοῦσι, τὴν
ἀθέμιτον αὐτῶν διάνοιαν ἐπιδεικνύντες , ταῦτα
φθέγξομαι· Ὀρᾷς γὰρ ὅπως οἱ ἄνδρες οὓς ἐκεῖνοι
ξίφει ἀνῃρῆσθαι ἔφασκον, ἐν μέσοις νῦν εἰσι, καὶ τῆς
ζωῆς ἀπολαύουσι.Πρὺς δὴ ταῦτα τί ἂν γένοιτο πρόκρι μα
χεῖρον, οὕτω φανερῶς καὶ σαφῶς ἐπιφερόμενον τῇ
ἐκείνων δίκῃ,ἣτὺ τούτους, οὒς ἀνῃρῆσθαι ελεγον, ζῇν
τε καὶ τοῦ βίου ἀπολαύειν, οἵτινες δηλονότι καὶ ὑπὲρ
ἑαυτῶν φθέγξασθαι δυνήσονταις Προσέκειτο δέ τοῖς
παρὰ τῶν Μελιτίανῶν ἐκείνων και τοῦτο· διεϐε-
ϐαιοῦντο γὰρ ἀθεμίτῳ ὁρμῇ (6) ἐπεισελθόντα σε και
ἁρπάσαντα ποτήριον ὲν τῷ ἁγιωτάτῳ ἀποκείμενον
τόπῳ κεκλακέναι, οὗ πράγματος ἀληθῶς οὐδὲν μεῖζον
ῆν ἔγκλημα, οὔτε τηλικοῦτον ἁτόπημα, εί τοῦτο οὖ-
τως πεπρᾶχθαί τε (7) καὶ ἡμαρτῆσθαι συνέσαινεν.
Ἀλλὰ γὰρ τίς ἡ κατηγορία αὕτη ; Τίς δὲ ἡ μετάϐασις
καὶ¹ ποικιλία καὶ διαφορὰ τοῦ πράγματος, ὡς νῦν εις
ἕτερον πρόσωπον τὴν κατηγορίαν τοῦ ἐγκλήματος
τούτου μετάγειν; Ὅπερ δηλονότι πρᾶγμα αὑτοῦ τοῦ
φωτὸς, ὡς εἰπεῖν, ἐστὶ τηλαυγέστερον, ὅτι τῇ σῇ
συνέσει ἐπιϐουλεῦσαι ἐσπούδαζον. Μετὰ δὴ ταῦτα τίς
ἂν ἐκείνοις τοῖς ἀνθρώποις τοῖς τοσαῦτα είς βλάῦην
ἀναπλασα μένοις ἀκολουθῆσαι ἐθελήσειεν ; ὅταν μάλιστα
αὐτοὶ ἑαυτοὺς είς ὀλεθρον ἄγουσι (8), καὶ⁴ συνορῶσιν,
ὅτι πεπλασμένων καὶ ψευδῶν πραγμάτων εἰσι κατ-
ήγοροι; Ὡς ἔφην τοίνυν, τίς ἂν ἐκείνοις ἐξακολουθή-
σειε. καὶ είς τὴν ὁδὸν τῆς ἀπωλείας πρηνὴς ἀπέλθοις
Εἰς ἐκείνην δηλαδὴ, εἰς ἢν ἐκεῖνοι μόνοι τὴν ἐλπίδα
τῆς σωτηρίας καὶ τῆς ἐπικουρίας ἔχειν οἴονται. Ei
γὰρ βούλοιντο ἐπὶ καθαρὰν ἐλθεῖν συνείδησιν, καὶ
ὑπομνησθῆναι τῆς ἀρίστης γνώμης, καὶ ἐπὶ τὴν
ὑγιαίνουσαν ἐλθεῖν διάνοιαν· ῥαδίως γνώσονται οὺ-
δεμίαν αὐτοῖς ὑπάρχειν ἐπικουρίαν παρὰ τῆς Προ-
νοίας, ἐπειδήπερ τοιούτων εἰσι ζηλωταὶ καὶ ἐπὶ τῷ
(5) Editi, ἐγὼ ὲγενόμηνι praestat Regii codicis le-
ctio_. apro; ἐγενρμην.
(6) Sic lleg. Edili vero, ἀθεμίτοις ὁρμῇ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.