PG 25, col. 529

γὰρ αὐτοὶ ἀποσταλέντες, καὶ λαϐόντες ήδη τὴν τῆς
προφητείας χάριν, παρῃτήσαντο μὲν, ἐφοϐήθησαν δὲ
μετὰ ταῦτα, καὶ οὐκ (67) ἐξουδένωσαν τὸν ἀποστεί-
λαντα. Ehe τοίνυν ἰσχνόφωνος εἷ, καὶ βραδύγλωσσος,
ἀλλά φοὸήθητι τὸν πλάσαντά σε Θεόν· εἴτε νεώτερον
σαυτὸν λέγεις πρὸς τὸ κήρυγμα, ἀλλ’ εὐλαὸοῦ τὸν
γινώσκοντα σε πρὸ τοῦ πλασθῆναι · εἴτε λόγον δέδω-
κας (ὁ δὲ λόγος τοῖς ἁγίοις ὡς ὅρκος ἦν), ἀλλὰ ἀνά-
γνωθι τὸν Ἰερεμίαν, πῶς καὶ αὐτὸς εἰρηκὼς, Οὐ μὴ
ὀνομάσω τὸ ὄνομα Kvplov, ὕστερον δὲ φοϐηθεὶς τὸ ἐν
αὐτῷ (68) πῦρ γενόμενον, οὑκέτι,ὼς εἴρηκε, πεποίηκεν, Β
οὐδὲ ὡς προληφϐεὶς τῷ ὅρκῳ ὲκρύὸη · ἀλλά τὸν ἐγχει-
ρίσαντα εὐλαϐούμενος, τετελείωκε τὴν προφητείαν.
Ἦ οὐκ οἶδας, ἀγαπητὲ, ὅτι καὶ Ἰωνᾶς φεύγων (69),
γέγονε μὲν, ὡς γέγονε, μετά δὲ ταῦτα πάλιν προεφή-
τευσεν ς,
6. Μὴ τοίνυν ἄλλα παρὰ ταῦτα συμϐουλεύοι). Μᾶλ-
λον γὰρ ἡμῶν οἶδεν ὁ Κύριος τὰ ἡμῶν, καὶ οἶδε τίσιν
ἐγχειρίζει τὰς ἑαυτοῦ Ἐκκλησίας. Κᾶν γὰρ μὴ
ἄξιός τις τυγχάνῃ, ἀλλά μὴ (70) πρὸς τὸν πρότερον
βίον ἁποϐλεπέτω, ἀλλὰ τὴν διακονίαν ὲκτελεὶτω ⁸ ἵνα
μὴ πρὸς τῷ βίῳ καὶ τὴν ὲκ τῆς ἀμελείας κατάραν
ἀπενέγκηται. Ἀρα γὰρ, ἀγαπητὲ Δρακόντιε, ταῦτα
γινώσκων καὶ συνετὸς τυγχάνων, οὐ κατανύττῃ τὴν C
ψυχήν; Οὐ φροντίζεις μὴ ἀπόληται τις τῶν ἐγχειρι-
σθέντων σοι ; Οὐ φλέγῃ ὼς ἀπὸ (71) πυρὸς τοῦ συνει-
δότοςς Οὐ φοϐῇ τὴν ἡμέραν τῆς κρίσεως, ὲν οὐδ-
εὶς τῶν συμϐουλευόντων νῦν ἐκεῖ γενήσεται βοηθός;
Ἕκαστος γὰρ τῶν ὲγχειρισθέντων αὐτῷ καὶ λόγον
ἀποδώσει. Τί γάρ ὤνησε τὸν κρύψαντα τὸ δηνάριον
ὴ πρόφασις Ἦ τί ὠφέλησε τὸν Ἀδὰμ εἰρηκότα,
Ἦ γυνή με vincientur; Ἄγαπητὲ Δρακόντιε, εί
καὶ άληθῶς ἀσθενὴς τυγχάνεις, ἀλλὰ ἀναλαϐεῖν (72)
σε τὴν φροντίδα πρέπει, ἵνα μὴ, τῆς Ἐκκλησίας ὲρή-
μου τυγχανούσης, οἱ ἐχθροὶ ταύτην βλάψωσι, πρόφα-
σιν εὑρόντες τὴν σὴν φυγήν. Πρέπει σε ἀναζώσασοαι,
ἵνα μὴ μόνους ἡμᾶς ἀφῇς ὲν τῷ ἀγῶνι· πρέπει σε
συγκαμεῖν (75), ἴνα μετὰ πάντων καὶ τὸν μισθὸν
ἀπολάϐῃς.
7. Σπεῦδε τοιγαροῦν, ἀγαπητὲ, μηκέτι βραδύνων,
μηδὲ ἀνέχου τῶν σε κωλυόντων, ἀλλά τοῦ δεδωκότος
μνήσθητι· καὶ δεῦρο πρὸς ἡμᾶς τοὺς ἀγαπῶντάς σε,
τοὺς συμῦουλεύοντάς σοι τὰ τῶν Γραφῶν (74), ἵνα
καί παρ’ ἡμῶν προπεμφθῇς, καὶ λειτουργῶν ὲν ταῖς
⁸¹ Exod. tv, 10. ξ’ Jer. xx, 9. "Cenes. ιιι, £2.
Fcit‘lgm.fi attonita; Ἱερεμίᾳ.
(67) ῗιο Βεε.’Βιι’δί1. 'Ariglic. Felck. 5 anon. Editi
ro, μ .
νει-ο, μη.
gemens. 3 auom, τὸν ὲν αὐτῷ.
265$ Ᾰιῖᾇιῖέξ ᾦύέἧὶἑξιῖ
(70) Sic edit. Commelin. et omnes mss. Sed Pari-
siensis edit” ὀὗτος μή, nescimus qua auctoritate.
flos Reg. Basil‘. Angi. et Felt'k. 5 Μιθρινὲκτελείτω.
Editi vero, ὲκλεγεέτω, perperam. Ibid. Anuli-3..

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.