PG 25, col. 621

δύνασθαι τὰς διαϐολὰς ἰσχύειν καὶ παρὰ σοί. Ἴσχυσε
γάρ ποτε ὴ τοῦ Δωὴκ κατὰ τῶν ἱερέων τοῦ Θεοῦ·
ἀλλ’ ὸ ἀκούσας Σαοὺλ ἦν ὁ ἄδικος. Καὶ Ἰεζάϐελ δέ
διαϐαλοῦσα ἠδυνήθη βλάψαι τὸν θεοσεϐέστατον Να-
ϐουθαί (80)” ἀλλὰ καὶ Ἀχαὰϐ ὁ πονηρὸς καὶ ἀπο-
στάτης ὁ ἀκούων. '0 δέ ἁγιώτατος Δαϐὶδ, οὗ μιμη-
τὴν εἶναί σε προσήκει, καὶ πάντες εὔχονται, τοὺς
τοιούτους οὕτε προσίεται, ἀλλὰ καὶ ὡς λυσσῶντας κύ-
νας ἀπεστρέφετο (81), λέγων’ Τὸν καταλαλοῦνῖα
λάθρα τοῦ πλησίον αὑτοῦ, τοῦτον ὲξεδίωκον.
Ἐφύλαττε γὰρ τὴν λέγουσαν ἐντολήν · Οὐ πα-
ραδέξῃ ἀκοὴν ματαίαν. Μάταια δέ καὶ τὰ τούτων
ἐστὶ παρά σοί · ᾔτησας γὰρ, ὡς ὁ Σολομὼν, καὶ
σὺ παρὰ Κυρίου, καὶ εἰληφέναι πίστευε, τὸ μάταιον
λόγον καὶ ψευδῆ μακρὰν ἀπὸ σοῦ γενέσθαι προσ-
ήκειν.
21. Διά τοῦτο τοίνυν κάγὼ, ἐπειδὴ ἐκ διαϐολῆς ἦν
ἐπιστολὴ, καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν,
ἔγνων, ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεϐείας ἐλ-
θεῖν ἡμᾶς παρὰ σέ. Τὸ γὰρ μὴ κελεῦσαι πάντως ἐλ-
θεῖν, ἀλλά καὶ γράψαι ὡς ἐμοῦ γράψαντος, καὶ θέ-
λοντος διορθώσασθαι τὰ δοκοῦντα λείπειν, καίτοι μη-
δενὸς λέγοντος, ’φανερὸν ἦν παρὰ γνώμην εἶναι τῆς
σῆς ἡμερότητος τὴν κομισθεῖσαν ἐπιστολήν. Τοῦτο
πάντες ἐγνωσαν - τοῦτο καὶ γράφων ἐδήλωσα· καὶοῖ- c
δε Μοντάνος, ὃτι οὐ τὸ ἐλθεῖν παρῃτούμην, ἀλλά τὸ
ὼς ἐμοῦ γράψαντος ἐλθεῖν ἀπρεπὲς ἡγούμην, ἵνα μὴ
καὶ ἐν τούτῳ πρόφασιν εὕρωσιν oi συκοφάνται πάλιν,
ὡς (82) ὁχληροῦ γενομένου μου τῇ σῇ θεοσεϐείᾳ.
’Δμέλει παρεσκευασάμην, καὶ τοῦτο οἶδεν αὐτὸς,
ἵνα, ἐὰν γράψαι καταξιώσῃς, εὐθὺς ἐξέλθω, καὶ φθά-
σω τῇ προθυμίᾳ τὸ προσταχθέν. Ού γὰρ ἐμαινόμην
ἀντειπεῖν τοιούτῳ σου προστάγματι. Μὴ γραψάσης
τοίνυν ὅντως τῆς σῆς εὐσεϐείας, πῶς ἀντέστην μὴ
κελευσθείς; Ἢ πῶς λέγουσιν, οὐκ ἐπείσθην, καίτοι
προστάξεως μὴ οὕσης; πῶς οὐ συκοφαντία καὶ τοῦτο
τῶν ἐχθρῶν πλαττόντων τὸ μὴ γενόμενον ὡς γενόμε-
νον; Φοϐοῦμαι μὴ καὶ νῦν, ἀπολογουμένου μου, θρυ-
λήσωσιν ὡς μὴ ἀξιώσαντος ἀπολογήσασθαι· οὕτως
ἐγὼ μὲν εὐχερής εἰμι, παρ’ αὐτοῖς είς τὸ κατηγορεῖ-
σθαι παρ’ αὐτῶν · αὐτοὶ δὲ ταχεῖς εἰς τὸ συκοφαντεῖν
καὶ καταφρονεῖν τῆς Γραφῆς λεγούσης · Μὴ ἀγάπα
xaralalefr, ἵνα μὴ ἐξαρθιῙς-
meam propugnarim, ne deblaterent ipsi, quasi non sim eam propugnare dignatus: usque adeo sum
eorum criminationibus idoneus, illique ad calumniantium parati: adeo ut Scripturam nihili faciant,
qua: ait : Ne ames obloqui ne evellerit “.
22. Μοντάνου τοίνυν ἀποδημήσαντος, ἦλθε Διογέ-
νης ὁ νοτάριος μετὰ ἒξ καὶ εἴκοσι μῆνας· καὶ οὔτε
αὺτὸς ἐπιστολὴν ἀπεδίδου, οὔτε ἑωράκαμεν ἀλλήλους,
⁸⁸ ΙΒεςζικιι, 9. ⁸³⁷ Ill Reg. ιιι, 7, seqq. ⁸⁸ Psal. ο,
Γίθ) Sic Reg. Editi vero, rtapoEuvdttzva't σε καθ’.
1n RasiL, παροξ. καθ’ ἡμῶν, intertucdia erasa.
(80) Reg, Ναϐουθέ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.