PG 25, col. 656

αὐτῶν· ἄν τε πάλιν ὲξορίσωσι , πανταχοῦ καθ’ ἑαυ-
τῶν αὐτοὶ μνημεῖα τῆς παρανομίας ἐξαποστέλλουσιν.
9. Εί μὲν οὖν ἔσωζον τὰς φρένας, ἔϐλεπον ἑαυτοὺς
ὲν τούτοις συνεχομένους, καὶ τοῖς ἑαυτῶν προσκό-
πτοντας λογισμοῖς (90) ” ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν
ἀπώλεσαν, διὰ τοῦτο καὶ διώκοντες ἐξάγονται, ,καὶ
ζητοῦντες ἀνελεῖν, οὺχ ὁρῶσιν ἑαυτῶν τὴν ἀσέσειαν.
Τάχα γὰρ (91) καὶ τὴν Πρόνοιαν αὐτὴν αἰτιᾶσθαι
τολμῶσιν (οὐδὲν γὰρ αὐτοῖς ἁτὸλμητον), ἐφ’ οἷς αὒ-
τοῐς ού παραδίδωσι, προδήλου τούτου τυγχάνοντος
κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ὅτι μηδὲ στρουθίον
ἀνευ τοῦ Πατρδς ἡμῶν τοῦ ὲν τοῖς οὐρανοῖς ἐμπε-
σεῖν εἰς παγίδα δύναται. Καὶ γὰρ καὶ ὅτε παραλαμ-
ϐάνουσιν οἱ ἀλάστορες, εὐθὺς ἐπιλανθάνονται τῶν τε
ἄλλων, καὶ πρὸ τῶν ἄλλων ἑαυτῶν · καὶ μόναις (92)
ταῖς ἀλαζονείαις τὰς ὀφρῦς ἀνασπάσαντες, οὔτε και-
ρὸν γινώσκουσιν, οὔτε ἀδικοῦντες,ἀνθρώπους αἰδοῦν-
ται τὴν φύσιν· κατά δὲ τὸν τύραννον τῆς Βαϐυλῶ-
νος ἀγριώτερον ὲπιφύονται, καὶ οὕτε τινάς ἐλεοῦ-
σιν (95), ἀλλὰ καὶ τοῦ πρεσϐυτέρου τὸν ζυγὸν
ἐπιϐαρύνουσι, κα)⁸ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων,
ὡς γέγραπται, προστιθέασιν οἱ ἀνηλεεῖς. Εἰ μὲν
οὖν μὴ ταῦτα δράσαντες ἦσαν, εί μὴ τοὺς κατά τῆς
συκοφαντίας αὐτῶν ὑπὲρ ἡμῶν λέγοντας ὲξορίσαντες
ἦσαν, πιθανῶς ἂν λέγοντες παρά τισιν ἐνομίσθησαν ·
ἐπειδὴ δὲ ἄλλοις τοσούτοις (94) καὶ τηλικούτοις ὲπι-
σκόποις ἐπεϐούλευσαν, κα). οὒτε τοῦ μεγάλου καὶ ὁμο-
λογητοῦ ὐσίου, οὔτε τοῦ ἐπισκόπου Ῥώμης, οὕτε
τοσούτων (95) ἀπὸ τῶν Σπανιῶν, καὶ Γαλλιῶν, καὶ
τῆς Αἰγύπτου, καὶ Λιϐύης, καὶ τῶν ἄλλων μερῶν
ἐπισκόπων ἐφείσαντο, ἀλλὰ τοσαῦτα πεποιήκασι κατά
τῶν ὅλως ὲλεγξάντων αὐτοὺς ὑπὲρ ἡμῶν ⁸ πῶς οὐχὶ
μᾶλλον ἡμᾶς πρὸ τῶν ἀλλων ἐϐουλεύσαντο, καὶ μετ’
ἐκείνους ἐπιθυμοῦσι δὲ κακῶς ἀνελεῖν (96) ; Εἰς τοῦ·
το γὰρ ἀγρυπνοῦσι, δια)⁸ νομίζουσιν ἀδικεῖσθαι, ἂν
βλέπωσι σωζομένους, οὓς οὐκ ἑᾶούλοντο ζῇν.
l0. Τίς τοίνυν ού συνορᾷ τὴν πανουργίαν (97) αύ-
τῶν; τίνι τοῦτο κατάδηλον οὐκ ἐστιν, ὅτι μὴ δι’ ἁρε-
τὴν ὀνειδίζουσι δειλίαν, ἀλλ’ αἵματα διψῶντες, ὥσπερ
σαγήναις χρῶνται ταῖς ἰδίαις κακοτεχνίαις, νομίζον-
τες ὲν ταύταις συλλαμϐάνεσθαι οὓς ὲὰν ζητῶσιν
ἀναιρῆσαι; Τοιούτους γὰρ αὐτοὺς αἱ πράξεις ἔδειξαν,
καὶ ἠλεγξαν τὸν τρόπον αὐτῶν, θηρίων μὲν ἀγριώτε-
(95) Reg., ὲλεῶσιν. Mi)! Anglic., τοῖς πρεσσυτέ-
ροὶἷξίί) Τοσούτοις deest in_Anglic.
οις.
(95)Anglic., τοσοῦτον. Paulo post idem, ἐπισκό-
πους.ἸιΙοιιι ibi, ἀλλὰ καί.
(96) Sic Angl. quem sequi visum est. [legi et
θάἶιί,’κὰκεῖσε’ἀνελεῖν. Paulo post Reg. et Anglic“
ἆν βλέπωσι. Editi, ἐὰν βλέπωσι. ν ⁷ Ἴ
(97) Anglicanus codex, κακουργίαν.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.