PG 28, col. 148

πίστει· ἀλλὰ διασπαρέντες. Τῆ γάρ ἐνεργείᾳ τοῦ σπει-
ραντος σιτοποιηθέντες εἷς ἄρτον ἐπουράνιον, κατὰ πᾶ-
σαν διεληλυθότες ζωοφορίας διδασκαλίαν,κατασπείραν-
τες ἐνεργήματα. Ὀ τοίνυν τὰ νοήματα σπείρων Ἰησοῦς
ὀ μονογενὴς Υἱὸς τοῦ Θεοῦ,διήρχετο διὰ τῶν σπορίμων,
ού μόνον δὲ τῶν σπόρων κατασπορεὺς, άλλὰ καὶ τῶν
αἰσθητῶν. Πρὸς γὰρ τοῦτον ἔλεγεν ἐξ ἀρχῆς 6 Ιῐατήρ·
‹‹ Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα
κατὰ γένος καὶ καθ’ ὁμοίωσιν. ›› ΙΙατήρ ἔλεγεν, Υἱὸς
έπετέλει’ 6 μὲν ἐπέταττεν, 6 δὲ είς πέρας ἤγαγε τὰ
προσταττόμενα ’ καὶ οὕτως ἐκ ῙΙατρὸς δι’ Υἱοῦ ’ὲν ἦν
τελεσιούργημα, μιᾶς κοσμοποιίας διὰ ΙΙατρὸς καὶ
Υἱοῦ τελεσιουργουμένης. Ὀ τοίνυθ τὰ νοήματα κα-
τασπείρων , καὶ τὰ αἰσθητὰ νεύματι ΙΙατρὸς ἐργασά-
μενος, οὗτος διέϐαινε διὰ τῶν σπορίμων. Πολλὴ δέ τίς
ἐστιν ἡ τῶν σπόρων θαυματουργία. Καὶ ἴδωμεν έν
καιροῖς σπόρων τὰ περὶ σπόρων· έν χειμερίοις ὣραις
τὰ περὶ τῆς βλάστη( τῆς γῆς διαλεγόμενοι, οὐχ ἵνα
φυσιολογήσωμεν τὰ ὁρώμενα, ἀλλ’ ’ίνα προσκυνήσωμεν
τὸν θαυματοποιόν. ’Ἄνθρωποι μὲν γὰρ τὰ ἐφ’ ἑαυτοῖς
ἐργαζόμενοι , ζεύξαντες βοῦς ἀροτῆρας, άνατέμνουσι
τὴν γῆν καὶ άπαλύνουσι τὸ πρόσωπον αὐτῆς, ἵν’ ὑετοὶ
μὲν μή παραδράμωσι, ἀλλ’ ἐμϐαθυνόμενοι καρποφορίαν
ἀποδόσωσιν· οἱ δὲ σπόροι έν ἁπλότητι τῆς γῆς ῥιφέν-
τες, διττήν ἔχωσι τὴν ἀπόλαυσινο μίαν μὲν τοῦ βάθους
καὶ τῆς άπαλώσεως, δευτέραν δέ τοῦ κρύπτεσθαι, καὶ
μή ὑπὸ ὀρνέων ἀναλίσκεσθαι. ’Δλλ’ό μὶν ἅνθρωπος
ποιεῖ τὸ ἑαυτοῦοού μή⁶ἠ καρποφορία ὑπδ ἀνθρώπου (29) .
Ἀνθρώπου μὲν γὰρ τὸ σπεῖραν· Θεοῦ δὲ τὸ αύξῆσαί.
Καὶ προστάγματι Θεοῦ νεφέλαι έκ θαλαττίων βυθῶν
τὰ ὕδατα ἀνασπάσασαι, καὶ ἐξ άλμυρότητος εἷς γλυ-
κύτητα μεταϐαλοῦσαι, έπιχέουσι μὶν ἐπὶ τὸ πρόσ-
ωπον τῆς γῆς’ μονοειδὴς δὲ ὑετὸς, καταϐὰς, πολυει-
δεῖς ἐργάζεται σπόρους. Καὶ σῖτον μὶν ἐργάζεται,
κύαμον δὲ καὶ κέγχρον καὶ ὅλυραν. Ἔν μὲν τὸ κατα-
ϐὰν, καὶ πολλάτὰ βλαστώμενα· καὶ τὸ μονοειδὲς τῶν
ὑετῶν εἷς πολύχουν καρποφορίαν διασπείρεται · ἵνα
δειχθῇ, μή τῇ τοῦ σπείραντος εὐμαρείᾳ, ἀλλὰ τῇ τοῦ
Θεοῦ ἐνεργείᾳ γίνεσθαι τὸ καρποφορούμενον ο Καὶ
πρῶτον μὲν 6 σπόρος χλόη τις ὥσπερ ἀναϐαίνει, καὶ
πολλάκις σίτῳ ζιζάνιον συνέσπαρται ⁸ ἡ δὶ ὁμοιότης
τῶν φύλλων ού συγχωρεῖ φανῆναι, τί μὲν σῖτος, τί δὶ
ζιζάνιον. Ὅταν δὲ 6 σπόρος εὐθυτενής γένηται, καὶ
εἰς ὕψος γένηται, 6 στάχυς διακρίνει, καὶ ἡ καρπο-
φορία δείννυσι τὸ ὑποκείμενον, τί μὲν σῖτος, τί δὶ ζι-
ζάνιον .
4. Ἐνόησας τὸ λεγόμενον, ἐλθέ μοι λοιπὸν έπί τὸ
πνευματικώτερω . Ἕσπειρεν 6 Ἰησοῦς διὰ τῶν ἀπο-
στόλων τὸν λόγον τῆς βασιλείας τῶν οὐρανῶν
κατᾶ πάσης τῆς οἰκουμένης . Ἀκοὴ δεξαμένη τὸ
κήρυγμα κατέχει παρ’ ἑαυτῇο καὶ τέως μὲν βλά-
στην φυλλάδος ἐργάζεται σπουδὴν περὶ τήν Ἐκκλη-
σίαν, καὶ συναγόμεθα κατᾶ τὸ αὐτὸ, καὶ οἱ σιτοδόται,
καὶ τὰ ζιζάνια, 6 πιστὸς, καὶ 6 ὑποκριτὴς, ἵνα ἀλη-
in Anglicano, sed addita sunt manu recentiore.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.