PG 28, col. 1496

τήν σωματικὴν χρείαν .
47. Οὕτως μὶν οὖν τάς πρώτας τῆς ψυχῆς ἐπιϐο-
λάς παρετήρει,μή συγχωροῦσα αὐταῖς συγκαθέλκεο
σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὣσπερ δὲ δένδρον
καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων, τά
βλαστήματα· τάς μὶν γὰρ ἀκανθώδεις τῆς διανοίας
ἐκφύσεις ἀφῃρεῖτο διά τε τῆς νηστείας καὶ τῆς προσ-
ευχῆς. Καὶ εί βραχύ τι ἕκαστον τούτων προέκοπτε,
ποικίλας αὐτοῖς τὰς τιμωρίας προσέφερε, διὰ παντοδα-
πῶν πόνων τὸ σῶμα κακουχοῦσα. Ού μόνον γάρ τῇ
τοῦ ἄρτου λιμαγχονίᾳ ἠρκεῖτο, ἀλλά γε καὶ τῇ τοῦ
ὕδατος όλ ιγοδείᾳ.
18. Ὀπηνίκα μὲν πόλεμος τοῦ ἐχθροῦ πρὸς αὐτὴν
συνεκροτεῖτο, προηγουμένως μὲν τὸν ἑαυτῆς Δεσπό-
την δι’ εὐχῆς ἐκάλει πρὸς συμμαχίαν· οἶ) γὰρ ἦρ’
κεῖτο τὴν ὁρμὴν τοῦ λέοντος σϐέσαι ψιλῇ ἀσκήσει.
Καὶ παρά μὲν τῆς ἱκεσίας παρῆν ὁ Κύριος, καὶ ἀπ⁴
εδίδρασκεν ὁ πολέμιος· πολλάκις δὶ καὶ ἐχρόνιζε πρὸς
τὴν μάχην ὁ ἐχθρὸς, καὶ ὁ Κύριος οὐκ ἠμύνετο τὸν
παλαμναῖον, αὐτῷ τούτῳ τῆς ἐναρέτου ψυχῆς εἰσαύ-
ξων τὴν γυμνασίαν. Αὕτη δὲ ὥσπερ προσθήκη τῶν
δώρων, ἐπὶ πλεῖον ἐκρατύνετο εἷς τήν κατά τοῦ ἐχθροῦ
νίκην. Ού μόνον γὰρ ἠρκεῖτο ταῖς ὀλιγοδείαις τῶν
τροφῶν ἑαυτὴν νεκροῦσα, ἀλλά γε καὶ τῶν καθ’ ἡδο-
νήν διαιτημάτων ἐπειρᾶτο εἷ’ργειν ἐαυτήν. νΔρνον
μὲν γάρ πιτυρίαν ἤσθιεν· ὕδωρ δὲ πολλάκις ούδ-
όλως ἐλάμϐανε· καὶ ἐχαμεύνει δὲ ἕως τινός. "Em: μὲν
οὗν συνεκροτεῖτο ὁ πόλεμος,τοιούτοις ’ὀπλοις ἐκέχρητο
εὐχὴν μὲν ἐνδυομένη ἀντὶ ὅπλου καὶ θυρεοῦ ἐνδυομένη
ἡ δὲ περικεφαλαία αὐτῆς ἦν ἐκ πίστεως καὶ ἐλπίδος
καί ἀγάπης συγκραθεῖσα. Ἠ γὰρ πίστις ’προηγεῖτο
πάντων, ὅλους αὐτῆς τοὺς ἀρμους συσφίγγουσα. Πα-
ρῆν δέ καὶ ἡ ἐλεημοσύνη, εί καὶ μὴ ἠ κατ’ ἐνέργειαν,
ἀλλ’ οὗν γε ἡ κατᾶ πρόθεσιν.
19. Διά τούτων οὖν ἧτταν ὑπομένοντος τοῦ ἐχθροῦ,
καὶ αύτή ἐπικούφιζε τῆς δριμυτάτης ἀσκήσεως.
Τοῦτο δὲ ἐποίει πρὸς τὸ μή ἀθρόως διαλυθῆναι τὰ
τοῦ σώματος μέλη· ἥττης γάρ ἦν τοῦτο τεκμήριον.
Τῶν γὰρ ὅπλων συμπεσόντων, ποία ἐλπίς ἐστι τῷ
στρατιώτηνΙ εἷς πόλεμον; Τινὲς γοῦν, ἀμέτρως καὶ
ἀνεξετάστως τῇ ἀσιτίᾳ ἑαυτοὺς καταδαπανήσαντες,
καιρίαν ἑαυτοῖς τὴν πληγὴν ἐπήγαγον· ὣσπερ δὲ ἐν
παραιτήσει τοῦ ἀντιπάλου γενόμενοι, ἑαυτοὺς κατ-
ἐφθειραν. Αὕτη δὲ ούχ οὕτως ἔπραττεν, ἀλλὰ πάντα
μετά διακρίσεως ἐποίει· καί τῷ μὶν ἐχθρῷ σφοδρῶς
διά τε τῶν εὐχῶν καὶ τῆς ἀσκήσεως ἀπεμάχετο·
πρὸς δὶ τήν γαλήνην τῆς ολκείας νηὸς ἐπεμελεῖτο
τοῦ σώματος. Καὶ γὰρ οἱ ναδτιλλόμενοι, χειμῶνος
καὶ κλύδωνος καταλαϐόντος, ἇσιοοι διαμένουσι, πᾶ-
σαν τὴν παρ’ ἐαυτῶν τέχνην τῷ πρὸ ὀφθαλμῶν κιν-
δύνῳ ἀντιτιθέντες· ὁπηνικα δὲ τύχωσι τοῦ ζῇν, τότε
τῆς δευτέρας σωτηρίας ποιοῦνται τήν φροντίδα· καὶ
οὐχ ἅπας αὐτῶν ὁ χρόνος πρὸς τὸν σάλον τῆς θαλάσο
σης καταναλίσκεται· ὣσπερ δὲ ἀνάπαυλαν δέχονται
τῶν πόνων τήν βραχυτάτην γαλήνην· καὶ οὐδ’ οὕτως
ἀμερίμνως διάγουσιν, οὕτε μὴν ὕπνῳ βαθεῖ καθέλ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.