PG 28, col. 1497

κονται, πεῖραν ἐσχηκότες τῶν ἀπελθόντων, καὶ ἔν-
νοιαν λαμβάνοντες τῶν μελλόντων. Εἰ γὰρ καὶ ὁ χει-
μὼν ἐκόπασεν, ἀλλʼ ἡ θάλασσα οὐ μεμείωται καὶ εἱ
παρῆλθε τὸ δεύτερον, ἀλλʼ ὅμωςτὸπρῶτον[τρίτον]μέ-
νει· εἰ καὶ τὸ γενόμενον κεχώρισται, ἀλλὰ τὸ ποιοῦν
πάρεστιν. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος, εἰ καὶ τὸ
πνεῦμα τῆς ἐπιθυμίας ἀπήλασται, ἀλλʼ ὅμως ὁ ἐξου-
σιάζων τούτου οὐ μακρὰν τυγχάνει. Ὁθεν δεῖ ἀδια-
λείπτως προσεύχεσθαι διὰ τὸ ἀβέβαιον τῆς θαλάσσης
καὶ τὴν ἀλμυρὰν τοῦ ἐχθροῦ καχίαν. Ἡ οὖν μακαρία,
ἀκριβῶς εἰδυῖα τὸ παρὸν ἐν τῷ βίῳ κλυδώνιον, καὶ
προβλέπουσα τὰς τῶν πνευμάτων ζάλας, ἐπιμελῶς
ἦν οἰακίζουσα τὸ ἴδιον σκάφος τῇ εἰς Θεὸν εὐσεβείᾳ
καὶ γὰρ ἀχείμαστον αὐτὸ τῷ σωτηρίῳ λιμένι προσ-
ὡρμισεν, ἄγκυραν ἀσφαλεστάτην τὴν εἰς Θεὸν πίστιν
θεμένη.
20. Ἀποστολικὸς μὲν οὖν αὐτῆς ὁ βίος, διὰ πt-
στεως καὶ ἀκτημοσύνης συσφιγγόμενος, ἔτι γε μὴν
ἀγάπῃ καὶ ταπεινοφροσύνη διαλάμπων. Αὕτη τοῦ
σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ
γὰρ ἐπὶ ἀσπίδα καὶ βααιλίσκον, καὶ ἐπὶ πᾶσαν
τὴν δύναμιν τοῦ ἐχβροῦ. Οἰκείως αὕτη ἤκουσε τό
Εὐ, δοῦλε ἀγαθέ καὶ πιστέ· ἐπὶ ὀλίγων ῆς πι-
στὸς, ἐπὶ πσλλῶν σε καταστήσω. Τὸ δὲ ῥητὸν,
εἰ καὶ ἐπὶ τῶν δωρεῶν ἀνάγεται, ἀλλʼ ὅμως ἐνταῦθα
νοείσθω, ὡς Ὁτι ἐνίκησας τὸν ἔνυλον πόλεμον, καὶ
κατὰ τοῦ ἀὐλου δὲ τρόπαιον πήξεις, ἐμοῦ ὑπερασπί-
ζοντός σου. νώτωσαν τὸ μέγεθος τῆς πίστεως αἱ ὑπὸ
τοῦ θεράποντός μου Παύλου ῥηθεῖσαι ἀρχαὶ καὶ ἐξου-
σίαι· νικήσας γὰρ τὰς ἐναντίας δυνάμεις, προσομι-
λήσεις καὶ ταῖς κρείττοσιν.
21. Οὕτως μὲν οὖν καθʼ ἑαυτὴν ἀναχωροῦσα, τῶν
ἀγαθῶν ἔργων τελεσιουργὸς ἐγίνετο. Τοῦ δὲ χρόνου
προῖόντος, καὶ τῶν ἀρετῶν αὐτῆς ἀνθουσῶν, ἡ εὐωδία
τῶν εὐκλεεστάτων αὐτῆς πόνων εἰς πολλοὺς διέβαι-
νεν· Οὐδέν γὰρ, φησὶ, κρυπτὸν ὁ οὐ φανερωθήσε-
ται. Οἶδε γὰρ ὁ Θεὸς τοὺς αὐτὸν ἀγαπῶντας καὶ διʼ
ἑαυτοῦ κηρύττειν πρὸς διόρθωσιν τῶν ἀκουόντων.
Τότε μὲν οὖν τῇ βουλήσει τοῦ κρείττονος ἤρξαντό τι-
νες παραβάλλειν, καὶ πρὸς οἰκοδομὴν οἰκείαν τὰς ἐν-
τεύξεις ποιεῖσθαι· καὶ γὰρ διὰ τῶν λόγων τὰ τοῦ
βίου αὐτῆς ἐμπορευόμεναι ἐπὶ πλέον προσήγγιζον,
ὡφελεῖσθαι βουλόμεναι. Κατὰ γὰρ τὴν συνήθη ἀκο-
λουθίαν ἐπυνθάνοντο αὐτῆς λέγουσαι· Πῶς δεῖ σωθῆ-
ναι; ἡ δὲ, στενάξασα βαρὺ, καὶ δακρύων πλῆθος
ἀφεῖσα, εἰς ἐαυτὴν ἐχώρει, καὶ ὥσπερ διὰ τῶν δα-
κρύων τὴν ἀπόκρισιν ποιησαμένη, δευτέραν σιωπὴν
ἤσκει. ἐἱ δὲ, συνελθοῦσαι, ἐβιάζοντο λαλεῖν αὐτὴν τὰ
μεγαλεῖα τοῦ Θεοῦ· καὶ γὰρ ἐθαύμαζον ὑπὸ μόνης
τῆς θέας καταπληττόμεναι· καὶ αὖθις παρεκάλουν
αὐτὴν φθέγξασθαι. Ἐπὶ πολὺ δὲ τῆς μακαρίας ἐκβια-
ζομένης, μετὰ χρόνον ἱκανὸν, πολλῆς ἡσυχίας γενο-
μένης, ταπεινῇ τῇ φωνῇ τὸ γραφικὸν ἐκεῖνο ἔφη
ῥῆμα τό· Mὴ ἐκβιιάζου πένητα· πτωχός γόρ έστιν.
Δἱ δὲ παροῦσαι ἀσμένως τὸ ῥῆμα δεξάμεναι, ὥσπερ
μέλιτος καὶ κηρίου ἀπογευσάμεναι, ἐπὶ πλεῖον τῆς
ἐρωτήσεως εἴχοντο· καὶ λοιπὸν διὰ τῶν γραφικῶν
ss sal. αc, 13; buc. α, 19. s⁴ Matth. αατ, 21, 23.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.