PG 28, col. 152

αὐτῶν ἤσθιον, καινοτέραν ἅλωνα τοῖς στάχυσι τὰς
χεῖρας ἐργαζόμενοι. Ol. δὲ Ἰουδαῖοι ἐπετίμων τοῖς
μαθηταῖς τρεφομένοις, καὶ πρὸς τὸν διδάσκαλον ἀγα-
νακτοῦσιν· ‹‹ Ἴδε, τί ποιοῦσι οἱ μαθηταί σου; ι Ἐαυ-
τοὺς ἀπαλλοτριώσανίιες τῆς δικαιοσύνης, ούκ εἶπαν,
Ol κοινωνοὶ τῶν μαθητῶν ἡμῶν· ἑαυτοὺς γὰρ τῆς
μαθήσεως ἐξώρισαν· ἀλλ’, ι ”Ιδε,τί ποιοῦσιν οἱ μαθη-
ταί σου. ι Δεικνύουσι τὰ φαινόμενα. Τῷ γνώστῃ τῶν
καρδιῶν δεικνύετε τὰ ὁρώμενα; Ούκ ἐλάϐετε πολλά-
κις τὴν πεῖραν, ὅτι οἶδε καί τῶν καρδιῶν τὰς γνώο
σεις; Ού λέγων’ ‹‹ Τί διαλογίζεσθε έν έαυτοῖς πο-
νηρά; ›› ὁ διαλογισμοὺς εἰδὼς, ἀσταχύων ψωχμοὺς
7. Καινὸτερος νεκρὸς ἐλεύθερος tv νεκροῖς. Ol. μὲν
ἄλλοι νεκροὶ, δεσμοῖς ὥσπερ περιϐαλλόμενοι, tv alp-
κτῇ τῇ ὁδῷ ἀπήγοντο³ Ἰησοῦς δὲ γέγονε δι’ ἡμᾶς νε-
κρὸς, καὶ κατῆλθεν εἷς τὰ καταχθόνια μεταξὺ τῶν
νεκρῶν· καὶ tv νεκροῖς μὶν ἐλθὼν ού μὸνον ἐλεύθερος
ἦν, ἀλλὰ καὶ νεκρῶν ἐλευθερωτής. Καὶ ’ἶνα μάθῃς,
ὅτι καὶ νεκρῶν ἐλευθερωτής γέγονεν, ἄκουε τῶν
Εύαγγελίων λεγόντων· ι( Καὶ πολλὰ σώματα τῶν κε-
κοιμημένων ἀγίων ἀνέστησεν. ›› Ἐν μνήματι ἐτέθη,
καὶ πολλά μνήματα ἀνεῴχθησαν. Ἦν τοίνυν ὁ tv νε-
κροῖς έλεύθερος, ’ὸν κατέλιπον καὶ γνώριμοι. Λέγει δὲ
τὸ Εύαγγέλιον, δτι πάντες οἱ μαθηταὶ, ἀφέντες αὐτὸν,
ἔφυγον. Ἔτι ζῶντα φεύγουσι, καὶ σταυρωθέντος,
ὑπεραποθνήσκουσιν· ἰπειδή δὲ μηδὲν έναπέμεινεν tv
τῷ σταυρῷ, ἀλλά μετὰ τὸν σταυρὸν τὴν ζωὴν ἀπέ-
λαϐε. Καὶ μὴ ἐμοὶ μόνον πρόσεχε, ἀλλὰ τῷ ἐμοὶ ἀρ-
τίως ἀναγνωσθέντι ψαλμῷ. Πρόσχες τὸ λεγόμενον’
ἐγὼ ἀναγινώσκω, σὺ βλέπε ἐκ τῆς ἀκολουθίας τήν
ἀνάστασιν. ‹‹ Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀϐοήθητος, tv
νεκροῖς ἐλεύθερος. ’Έθεντό με tv λάκκῳ κατωτάτῳ, »
καθὼς εἰρήκαμεν. Καὶ μετὰ ταῦτα’ ‹‹ Ἐγὼ δέ τῇ
προσευχῇ μου πρὸς at, Κύριε, καὶ τῷ πρωῒ ἡ προσ-
ευχή μου προφθάσειε. ›› ⁸0 νεκρός προσεύχεταυ εἰ
μὴ ἀνέστη, προσεύχεται; Μετὰ γὰρ τὸ διηγήσασθαι
τήν ταφὴν καὶ τήν νεκρότητα, τότε διηγήσατο τὴν
προσευχὴν τὴν πρὸς τὸν Πατέρα γενομένην.
8. Ἡμεῖς μὲν οὖν τιμῶμεν τὴν Κυριακήν διὰ τὴν
ἀνάστασιν Ἰουδαῖοι δὲ ἔτι καὶ νῦν έξέχονται τοῦ
Σαϐϐἀτου, καὶ μετᾶ τὸ εἲπεῖν τὸν Ἡσαΐαν· ‹‹ Καὶ τὰ
Σάϐϐατα ὑμῶν μισεῖ ἡ ψυχή μου. ›› Οὐδέν μοι κοι-
νὸν πρὸς τὸ Σάϐϐατον, ’ὀ ὁ Θεὸς ἐμίσησεν. Οὐ λέγω
τοὺς κύκλους τῶν ἡμερῶν, ἀλλὰ τὸν νομιζόμενοι
Ἰουδαϊσμόν. Ού γὰρ τὰς ἡμέρας μισεῖ ὁ Θεὸς, ἀλλὰ
τοὺς κακῶς tv ταῖς ἡμέραις ἐργαζομένους. Καὶ νῦν
μὶν ἐξέχονται τοῦ Σαϐϐάτου, καὶ τότε ἰπετίμων τῷ
Σωτῆρι λέγοντες· ‹‹ Ἴδε, τί ποιοῦσιν οἱ μαθηταί σου,
ὃ οὐκ ἔξεστι ποιεῖν tv Σαϐϐάτῳ. » Ὁ Σωτὴρ πρὸς αύ-
³⁸ Matth. xu, 2.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.