PG 28, col. 153

Δαϐὶδ υἶὸς, κατὰ πνεῦμα δὲ τοῦ Δαϐὶδ δεσπότης· ὁ
ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάϐδος ἡ θαυμασία, ἡ
τὸ μὶν γένος Ἰουδαίων συντρίϐουσα, τῶν δὲ ἐθνῶν
τὸ γένος ὡς ποίμνιον συνάγουσα. Αὐτὸς γὰρ ἐστιν ὁ
εἰρηκώς Καὶ δὴ ἄξω ὑμᾶς ὑπὸ τὴν ῥάϐδον μου· καὶ
πολὺς ὁ περὶ τῆς ῥάϐδου Ἰησοῦ λόγος. Ἔλεγε τοί-
νυν πρὸς τοὺς Ἰουδαίους· ‹‹ Οὖδὶ τοῦτο ἀνέγνωτε, ’ὁ
ἐποίησε Δαϐὶδ, ὅτε ἐπείνασεν αὐτός, καὶ οἳ μετ’ αὖ·
τοῦς πῶς εἰσῆλθεν εἷς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς
ἄρτους τῆς προθέσεως ἔλαϐε καὶ ἔφαγεν, ὃ οὐκ
ἔξεστιν ποιεῖν εἷ’ μή μόνοις τοῖς ἱερεῦσιν ; ›) Ὁ μὲν
οὖν σοφὸς ἀκροατὴς καὶ συνήθης τῶν ἐκκΛησιαστικῶν
δογμάτων τε καὶ ἀναγνωσμάτων οἶδε τήν ἱστορίαν, καὶ
οὗ χρείαν ἔχει τῆς διηγήσεως· ἐπειδὴ δὲ πολὺςὸ
νεωστὶ συῤῥεύσας ἡμῖν λαὸς, ὁ τὴν ἐπιπόΛαιον
ἀκρόασιν τῶν θείων λογίων ἔχων, τὸ δὲ βάθος τῆς
νοήσεως μὴ ἐνστερνισμὲνος, καλῶς ἔχειν μοι δοκεῖ
ἐπιδραμεῖν καὶ δεῖξαι τήν ἱστορίαν, ’ίνα γνῶμεν τίνος
ἕνεκεν ταύτης ἐμνημόνευσεν ὁ Σωτήρ. Βασιλεύς τις
ἦν ἐν τοῖς ἀρχαίοις, Δαϐὶδ, ποιμὴν τὰ πρῶτα, καὶ
βασιλεὺς τὰ δεύτερα. Τὴν δὲ βασιλείαν οὐκ ἔλαϐεν
ἁρπάσας, ἀλλὰ, τοῦ Σαοὺλ ἁμαρτήσαντος καὶ ἀπο-
ϐαλομὲνουρχρίσθη Δαϐὶδ ἀπὸ τοῦ Σαμουήλ (31).Χρι-
σθεὶς δὲ εἷς τὴν Βασιλείαν, οὐχ ἅμα ἥρπασε τὸ βα-
σίλειον, ἀλλὰ χρόνοις πολλοῖς δουλεύσας τῷ Σαοὺλ,
ὕστερον, ὅτε Θεὸς ἠθέλησεν, ἐφήψατο τῆς Βασιλείας.
Έπεϐουλεύετο οὖν ὑπὸ τοῦ Σαοὺλ, εὐεργετήσας τοῦ-
τον· ἐπεϐουλεύετο δὲ καὶ ὑπὸ τοῦ Ἀϐεσσαλὼμ, τοῦ
οἰκείου τέκνου.
9. Ταῦτα ἀληθῶς μὶν συνέϐη τῷ Δαϐίδ· οὗτος δὲ
τινας εἰκόνας εἶχε τῆς τοῦ Σωτῆρος παρουσίας. Ἔδει
γὰρ τὸν προπάτορα καὶ εἰκόνας ἔχειν τοῦ ἀπογόνου.
ι( Βίϐλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαϐίδ. ›› Τι-
voc αἱ τῶν πραγμάτων ὁμοιώσεις οὐκ ἰσότιμοι.
Ὀμοιούσθω γὰρ ὁ δοῦλος τῷ δεσπότη· οὐ μὴν ἰσό-
τιμος γίνεται, πλὴν ἔχει τινὰς ὁμοιότητας. Ὁ Δα-
ϐὶδ ποιμὴν, καὶ ποιμὴν ὁ Χριστός· ‹‹ Ἐγώ εἶμι ὁ
ποιμὴν ὁ καλὸς. ›› ἔλεγεν, Ἀλλ’ ὁ μὲν ποιμήν θρεμ-
μάτων, ὁ δὲ ποιμὴν ψυχῶν’ ὁμοίωσις πραγμάτων,
πολλῆ δὲ παραλλαγή τοῦ ἀξιώματος. ’Έχρισε τὸν Δα-
ϐἶδ είς βασιλέα Σαμουὴλ ὁ ἱερεὺς, ἐϐάπτισε καὶ τὸν
Σωτῆρα ὁ Ἰωάννης, ὡς ἱερεὺς ὢν καὶ αὐτός·
ὁμοιότης μὶν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν
ὑποκειμένων.Χρισ-θεὶς δὲ ὁΔαϐἰδ εἷς βασιλέα, οὐχ
ἅμα ἥρπασε τὴν Βασιλείαν, ἀλλ’ ἠνείχετο πολλοῖς
χρόνοις δουλεύων τῷ Σαούλ· καὶ ὁ Σωτὴρ ἡμῶν γεν-
νηθεὶς βασιλεὺς πρὸ τῶν αἰώνων, καὶ οὗ πρόσκαιρον
ἔχων τήν βασιλείαν, ἀλλὰ πρὸ πάντων τῶν αἶ’ώνων
βασιλεὺς, ἐκ βασιλεως Θεοῦ γεννηθεὶς, ἠνείχετο·
(ι Οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι i'ea Θεῷ· ἀλλ’ ἑαυ-
τὸν ἐκένωσε, μορφὴν δούλου λαϐὼν, ’ίνα τελέσῃ τήν
οἷξιονομίαν. Ἐδίωκε τὸν Δαϐἰδ Σαοὺλ, ἐδίωκε τὸν
φημ’-..ρ
κιΜιιιιι. xu, 3, 4:6» usus. ι, 1. ιι Joan. κ, 14
(31) Anglicanus, ὑπὸ τοῦ Σαούλ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.