PG 28, col. 905

ι( πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθᾶν
ἐστι, καταϐαῖνον ὲκ τοῦ Πατρὸς τῶν φώτων. ›› Καὶ ὁ
Παῦλός φησι· ‹‹ Τί γὰρ ἔχεις δ οὐκ ἔλαϐες ; Ei δὶ καὶ
ἔλαϐες, τί καυχᾶσαι ὡς μὴ λαϐών ; » ἀλλ’ ὠς in’
ἰδίοις τοῖς ἀλλοτρίοις χαρίσμασιν ἆπαιρόμενος. Ὅτι
δὲ χάριτι καὶ ἆλὲει Θεοῦ ἠ σωτηρία ἡμῖν προσγίνε-
ται, μάρτυς ὁ λῃστὴς ἐκεῖνος, ὃς οὐκ ἀρετῆς ἔπαθλον
τὴν βασιλείαν τῶν οὐρανῶν ἐκομίσατο, ἀλλά χάριτι
Θεοῦ καὶ ἐλέει. Ταῦτα καὶ οἱ Πατέρες ἡμῶν ἐπιστά-
μενοι, πάντες μιᾷ γνώμη παραδεδώκασι μὴ ἄλλως
δύνασθαι ἡμᾶς θεμέλιον ἀσφαλῆ πρὸς τελείωσιν ἀρε-
τῆς καταϐάλλεσθαι, εἰ μὴ διὰ ταπεινώσεως, ἥτις ἀπὸ
πὲστεως καὶ πραότητος , καὶ τελείας ἀκτημοσύνης
προσγίνεσθαι πὲφυκε, δι’ ὧν ἡ τελεία ἀγάπη κατορ-
θοῦται χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’
οὗ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεῦματι εἷς τοὺς αἰῶνας. Ἀμήν.
⁸ Jac. ι, 17. ⁸ Ι Cor. 1v, 7. ⁸ Luc. nm, 43.
QUZE ATHANASII NOMINE CIBCUMFERUNTUR.
Hanc homiliam esse Athanasii nemo existimabit, tantum scilicet abhorret ab Athanasii stylo, gravitate
elegantia : imo ut ex orationi: genere vocabulorumque ratione conjectare licet, multis post Athanasium
seculis scripta est; quamplurima? namque hic occurrunt voces composita quatp ad infimam accedunt Graeci-
tatem. Demum magis sequioris aevi Graecorum loquacitatem redolet haec homilia, quam antiquorum Patrum
eloquentiam.
ΤΟΥ EN ΑῙἾΟῙΣ ΠΑΤΡΟΣ ΠΗΩΝ
ΑΘΑΝΑΣΙΟΥ
Εἲς τὸ γενέθλιον τοῦ Προδρόμου, καὶ εἷς τὴν Ἐλισάϐετ, καὶ εἰς τὴν Θεοτόκον (30).
S. P. N. ATHANASII
In nativitatem Przcurtoris, in Elisabet, et in Deiparam.
4. Χώραν μὶν ἀποχερσωθεῖσαν, καὶ ὀνάγρων κα· C
ταπάτημα γενέσθαι καταλειφθεῖσαν, βοῦς ἀροτὴρ κα-
μάτῳ ῥυμοτομῶν, ἆγείρει τοὺς αὔλακας· ὅσον γὰρ
ἀκατὲργαστος ἡ χώρα τῷ χρόνῳ μεμένηκε, τοσοῦτον
ὁ πρὸς τὴν ἀροτρίασιν βοῦς παριστάμενος ἐπιπονω-
τέρῳ καμάτῳ συγκάμπτεται τὸν ζυγοφόρον ἑπεκτρί-
ϐων αὐχένα· γυναῖκα δὲ στειρωθεῖσαν καὶ μακροῖς
χρόνοις παλαιωθεῖσαν, καὶ δυσὶ κακοῖς περιπεσοῦσαν,
ἀγονίᾳ τε καί ἀτονίᾳ, ἀγονίᾳ φύσεως καὶ ἀτονία γη-
ραλεότητος, λόγῳ, καὶ οὐ πόνῳ, ὁ τῆς φύσεως δη-
(30) Ex codice Colb. 1711, quadringentorum circiter ann.
Panos. Ga. XXVIII.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.