PG 29, col. 669

Δῆλον δὲ ἐκεῖθεν. Οὐ γὰρ εἶπεν, '0 κτίσας πνεῦμα,
ἀλλ’ Ὀ κτίζων πνεῦμα. Ὧς γὰρ ἡ βροντὴ οὐκ ὲν
ὑποστάσει τινί ὲστι σωματικῇ ἅπαξ κτισθεῖσα, ἀλλ’
ἀεὶ πρὸς τὸ τοῦ Θεοῦ βούλημα έπὶ φόϐῳ τῶν ἀνθρώ-
πων ἐνεργουμένη γίνεσθαι καὶ διαλύεσθαι πέφυκεν,
οὕτω καὶτὸ πνεῦμα (26)· νῦν μὲν γίνεται δίκην
ποταμοῦ ῥέοντος τοῦ ἀέρος ’ πάλιν δὲ παύεται ἀτρε-
μοῦντος τοῦ πρότερον κινουμένου, κατά τὸ βούλημα
τοῦ τά πάντα ἐπὶ σωτηρία καὶ συστάσει τῶν ὅλων
οἱκονομοῦντος ' ὥστε διὰ πάσης τῆς κτίσεως, έκ τε
βροντῶν καὶ ἀνέμων καὶ τῆς λοιπῆς δημιουργίας τὸν
δημιουργὸν ἀναγγέλλεσθαι. Διόπερ μετὰ τὸ εἰπεῖν·
Ὀ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, φη- Β(
σίν’ Καὶ ἀπαγγέλλων τοῖς ἀνθρώποις τὸν Χρι-
στέν αὐτοῦ. Ὠς γὰρ oi οὐρανοὶ διηγοῦνται δόξαν
Θεοῦ τοῖς δυναμένοις ἐξ αὐτῶν τὴν τοῦ δημιουργοῦ
τέχνην ἀναλογίζεσθαι, οὕτω καὶ βροντῆς ἦχοι, καὶ
πνευμάτων κινήσεις, τὸν δημιουργὸν αὐτῶν ἀνα-
κηρύττουσι. Τάχα δ’ ἂν τοῦτο καὶ προφητεία εἴη,
πρὸς τὴν ὲνανθρώπησιν τοῦ Κυρίου φέρουσασ
ὅτε ή μὲν φωνὴ, ἡ γενομένη (27) ἐξ οὐρανοῦ,
βροντὴ ἐδόκει τοῖς ἀκούσασιν εἶναι, ἥντινα ἀφῆκεν
ὁ Θεὸς καὶ Πατὴρ, ὥστε δι’ αὐτῆς ἀναγγεῖλαι
τὸν Χριστὸν τοῖς ἀνθρώποις· τὰ δὲ πνεύματα τὰ
κινούμενα, καὶ τὴν θάλασσαν συνταράσσοντα, εἶτα
κοπάσαντα τῷ προστάγματι τοῦ Κυρίου, σαφῶς καὶ
αὐτὰ ἀνήγγειλε τοῖς ἀνθρώποις τὸν Χριστὸν αὑτοῦ.
Τὸ δὲ, aut... δι’ αι)τοῦ ἐγένετο, οὐδαμῶς ἡμῖν κτι- ‘3
στὸν εἶναι τὸ Πνεῦμα τὸ ἆγιον παρίστησιν, ὼς συν-
αριθμουμένου τοῖς πᾶσι τοῦ Πνεῦματος. Et γὰρ ἓν
Πνεῦμα ἅγιον καὶ μόνον, πῶς ὃ τῆς μοναδικῆς ἐστι
φύσεως, τοῖς πᾶσι συμπαραλαμϐάνεσθαι δύναταις
Καὶ μηδεὶς οἰέσθω ἀθέτησιν εἶναι τῆς ὑποστάσεως
τὴν ἄρνησιν τοῦ κτίσμα εἶναι τὸ Πνεῦμα. Εὐσεϐοῦς
γάρ ἐστι διανοίας τὰ ἀποσιωπηθέντα ὲν ταῖς ἁγίαις
1“ραφαῖς εὐλαϐεῖσθαι ἐπιφημίζειν τῷ ἁγίῳ Πνεῦματι,
πεπεῖσθαι δὲ τὴν ἐμπειρίαν αὑτοῦ καὶ ἀκριϐῆ κα-
τάληψιν εἰς, τὸν ὕστερον ἡμῖν ἀποκεῖσθαι αἰῶνα,
ὅταν, διαϐάντες τὸ δι’ ἐσόπτρου καὶ αἰνίγματος ὁρᾷν
τὴν ἀλήθειαν, τῆς πρὸς πρόσωπον θεωρίας ἀξιω- ί) cuti.
θῶμεν (Ξ8).
⁸³ Joan. ι, 5. ⁸⁵ Amos Iv, 15. ⁵⁸ ibid.
‘9 Joan. ι, 5. ⁸⁸ lCor. xm, 12.
(26) Vocem πνεῦμα pro ventohliic accipi debere,
vident, opinor, omnes; nec aliter accipienda est
eadem vox aliquantojpost.
(Ξῖ) Editi ἡ γινομένη... ἀκούουσιν. Antiqui qua-
tuor libri ita ut'in contextu legi potest. Antioui duo
libri pro οὐρανοῦ habent οὐρανῶνᾷ _ __ -
(9-8) Editi ἀξιωθῶμεν, γει] τιῖι-Χρι-στῴβιησοῦ τῷ
Ιὶῦρίῲ ἡ μῶν, μεθίοἷ, δόξα τῷ ’ Πατρὶ καὶ τῷ ἁγίῳ
Πυθίη-λ.-. ..πη ...Α μ’. νηὶ ει- μοι-εἶν· η {fumu- ξων η ιη-
Πνέὑματί νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αίῶνας τῶν αἰώ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.