PG 30, col. 672

καὶ πῶς κατορθούμενον πρὸς τὴν ὅντως ἀρετὴν συν-
τελεῖ, ὥσπερ έν αἰθρίᾳ ἐπιδεῖξαι προεθυμήθην· οὐχ
’ίνα σε προλαϐόντα (34) τούτων τὴν σύνεσιν, πρὸς τὴν
τοῦ καλοῦ κατανόησιν έν τῇ θεωρίᾳ τῆς διαφορᾶς
τῶν ἀρετῶν (35) ἐπιστήσω· ἀλλ’ ἵν’ ἅμα σοι διαρο
θρῶν ἕκαστον, οἷόν τι τὴν φύσιν ἔστὶν, οὐ τοὺς ὑπὸ
σοῦ μόνον ἔρωτα τοῦ καλοῦ λοιπὸν διὰ σὶ γνή-
σιον έν στέρνοις λαϐόντας, ἀλλὰ καὶ τοὺς λοιποὺς
τῶν ἐντυγχανόντων, καθάπερ ἐν πίνακι χρωματογρα-
φηθὲν τῆς ὄντως παρθενίας τὸ κάλλος, πῶς καὶ πόθεν,
καὶ ποίοις τισὶ χρώμασιν ἀρετῆς τοῦτο κοσμεῖται,
ἀκριϐῶς καταμαθεῖν παρασχὼν, ἀσφαλέστερον ἕκα-
στον μετιέναι τὸ σπουδαζόμενον καλὸν μετὰ τῆς
ἐνούσης εὐνοίας (37) διδάξω.
2. Μέγα μὶν γὰρ, ὡς ἀληθῶς , παρθενία , τῷ
ἀφθάρτῳ Θεῷ, ὡς έν κεφαλαίῳ εἰπεῖν, ὲξομοιοΰσα
τὸν ἄνθρωπον, Οὐκ ἀπὸ σωμάτων δὶ ἅοα ἐπὶ ψυχᾶς
αύτὴ ὁδεύει· ἀλλὰ ψυχῆς τῆς ἀσωμάτου οὖσα ἐξαί-
ρετος, τῇ ταύτης θεοφιλεῖ παρθενίᾳ ἄφθορα φυλάττει
τὰ σώματα. Τοὖ γὰρ ὅντως κα)κοῦ ἡ ψυχή φαντασίαν
λαϐοῦσα, καθάπερ (38) τινὶ πτερῷ πρὸς αὐτὸ τῇ
ἀφθαρσίᾳ πτερωθεῖσα, καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, τῇ
έν αὐτῇ ἀφθαρσίᾳ φημὶ, τὸν ἄφθαρτον Θεὸν θεραι
πεύεσθαι (39) μόνως πρὸς ἀξίαν ἀθροῦσα, τὴν τοῦ
σώματος παρθενίαν , θεράπαιναν είς τήν τοῦ καθ’
ἑαυτὴν κάλλους (40) θεραπείαν ἐπάγεται, καὶ πάρα
εδρον ἀοχλήτως πρὸς τὴν τοῦ Θεοῦ θεωρίαν ταύτην
ἔχειν ἀεὶ βουλομένη, τὰς ένοχλούσας αὐτῇ τοῦ σώ-
ματος ἡδονὰς ὡς πορρωτάτω ἐλαύνει. Τὴν μὲν τῶν
ὑπὸ γαστέρα ἡδονῶν ἐγκράτειαν , τῆς σωματικῆς
παρθενίας θεράπαιναν , αὐτὴν δὲ ταύτην τῆς καθ’
ἑαυτὴν, ποιουμένη· ὡς τὰ ἄλλα μὲν ἅπαντα, καί
τροφῶν ἐγκράτειαν, καὶ τὴν λοιπὴν σκληραγωγίαν,
μαχομένην ταῖς ῥεούσαις κατὰ τῆς έν σώματι παρε-
θενίας διὰ τῶν αἰσθήσεων ἡδοναῖς· ἀλλὰ καὶ αὐτὴν
τὴν τοῦ σώματος παρθενίαν (41), ού δι’ ἕτερόν τι, ἢ
δι’ ἑαυτὴν φιλοκάλως ἀσκεῖσθαι, ’ἕνα τὴν ἐαυτῆς παρ-
θενίαν ἄφθορον ἀπάσης μοχθηρᾶς ἐννοίας φυλάξασα,
τὴν πρὸς τὸν ἄφθαρτον Θεὸν ἐξομοίωσιν, ὥσπερ ἐν
ἀκηλιδώτῳ κατόπτρῳ λοιπὸν αὐτοῦ τὰς παρ’ ἑαυτοῦ
αύτῇ έναυγάζοντος χάριτας, εἰς κάλλος ἑαυτῆς καὶ
ἷέπαινον κατορθωθεῖσαν κερδήσῃ . Ἐπειδὴ οὖν παρ-
θενία μὶν, τὴν (42) ὅντως φημὶ, ὡς ἤδη γε ἰν ὀλίγῳ
deest conjunctio in editione Veneta et antiquis
codicibus.
{39) Qtpans_65601t_. Legitur quinque podipibus
mss, Θεραπιύειν. Sic etiampditio‘Venéta. Sed longe
potio-rivulgata scriptura. Ibidem unus ex Regiis,
ipbcfifilsfiépéve ί- .. .. .. . . -
(40) Κὰλλόυς. Duo Regii codices habent, italos:
Horum in altero legitur' ibidem, καθ’ ἑαυτῷ, quod
positum videtur provxae’tauré'.‘ η
(ἆυ-ῌαρθενίαν-εᾮμο codices Regii “habeat, χιαρθε-
νίαν δι’ ἑκείνηνςῇἰβὶἀεω duo_m_ss.', δι’ οὒδὶνλίτερον.
(42) Ijv, Editio Veneta, ἢ. Mos θρόει Maseri-
nzeus, ἔὸὶιξι, et ad marginem, ὑαιοειξε.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.