PG 30, col. 841

ῒδίων ἂν ἐποιησάμεθα λόγων, ἀσφαλῆ τὴν ἡσυχίαν
ἡμῖν ἐγγυωμένης τῆς ὁμολογίας. Ἐπειδὴ δὲ μήτε
διὰ κακόνοιαν ἤ τινα γνώμης μοχθηρίαν ἑτέραν,
παρατρέπειν καὶ διαφθείρειν τὴν ἔννοιαν ἐπιχει-
ροῦσιν, αὐτάρκης πρὸς πίστωσιν τῆς ἀληθείας (ού
γὰρ ἃν Σαϐέλλιος ὁ Λίϐυς, καὶ Μάρκελλος ὁ Γαλάο
της, καὶ Φωτεινὸς, ἤ τις ἄλλος τῶν τήν αὐτὴν τούτοις
μανίαν μανέντων, συλλόγων ἱερατικῶν καὶ κοινωνίας
μυστηρίων, καὶ περιϐόλων έκκλησιαστικῶν ε’ίργοντο),
μήθ’-ἡμῖν ἱκανὴ πρὸς διάλυσιν τῶν ἐπενεχθέντων ἐγκλη-
μάτων· ἀλλὰ δεῖ τινων ἀκριϐεστέρων λόγων πρὸς τὴν
τῆς διανοίας έξάπλωσιν· πειρασόμεθα, ὡς ἂν οἷοί τε
ὧμεν εἷς τούμφανὲς ἀνάγειν ἣν αὐτοὶ περὶ τούτων
1 ,Ι ᾗ IL Ἰ Al \ κ 11-
νυγχάνομεν ἔχοντες δόξαν, ἤτοι προτιθέντες τὴν λέξιν,
εἶθ’ ὕστερον ἐκκαλύπτοντες τὴν ἔννοιαν, ἢ καὶ προ-
κειμέναις ταῖς ἐννοίαις τὰς φωνὰς ἐφαρμόζοντες, οὐ
λυμαινομένης τῇ ἀληθείᾳ τῆς κατά τὴν τάξιν ταύτην
έναλλαγῆς, ἀρκούντων δηλαδὴ τῶν αὐτῶν ἡμῖν πρός
τε τήν ἡμετέραν αὐτῶν ἀπολογίαν, καὶ τὸν τῶν ἡμᾶς
γραψαμένων ἔλεγχον.
etiam ut prasjactis sententiis aptemus voces : non ut veritatem convellat haec juxsta seriem hanc a me
instituta commutatio, sed ut hzec ipsa ita tractata ad utrumque sufficiant, nimirum ut et nostram tuea-
mur apologiam, et eos quoque, qui nos accusarunt, coargaamus.
7. (8) Εἷς τοίνυν κατά τε φυσικὴν ἔννοιαν, καὶ
κατά τὴν τῶν Πατέρων διδασκαλίαν ἡμῖν ὡμολόγηται
Θεός· μήτε παρ’ ἑαυτοῦ, μήτε παρ’ έτέρου γενόμε-
νος. Ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον⁶ ἐπειδή
γε δεῖ κατὰ ἀλήθειαν τό τε ποιοῦν τοῦ γινομένου
προϋπάρχειν, καὶ τὸ ποιούμενον τοῦ ποιοῦντος εἶναι
δεύτερον· μήτε δὶ αὐτὸ ἑαυτοῦ πρότερον ἢ ὕστερον
εἶναι δύνασθαι, μήτε ἕτερόν τι πρὸ τοῦ Θεοῦ. Ἥ
γὰρ ἂν έκεῖνο πρὸ τοῦ δευτέρου τὸ τῆς θεότητος ἔσχεν
ἀξίωμα, Τὸ γάρ τοι δυνατὸν εἶναι λέγειν ὑφ’ ἐτέρου
τι γίνεσθαι ἀληθὲς ὃν, ἐπὶ γενητῶν ἂν ἔχοι χώραν,
κάπὶ τῶν ὑπὸ Θεοῦ γενομένων τάττοιτο δικαίως.
Οὐκοῦν (9) εί μήτε αὐτὸς ὲαυθοῦ, μήθ’ ἕτερόν τι αύ-
τοῦ προϋπάρχειν δέδεικται, πρὸ δὲ πάντων αὐτός·
ἀκολουθεῖ τούτῳ τὸ ἀγέννητον· μᾶλλον δὲ αὐτὸς
ἐστιν οὐσία ἀγέννητος. Περιττὸν μὶν τίσως καί παρ-
έλκον δόξει τισὶ τὰ πολλοῖς ὁμολογούμενα κατα-
σκευάζειν ὠς ἀμφίϐολα. Ού μήν ἀλλά γε διὰ τοὺς
σοφίαν οἲομένους τὴν πρὸς τὰ φανερὰ μάχην, ἢ πρὸς
μέμψιν καὶ συκοφαντίαν παρεσκευασμένους, δεῖ τινος
D
ἀκριϐεστέρας παρατηρήσεως ἡμῖν.
confesso, ita tractare ac si essent dubia. Verum enim vero propter illos qui sapientiam esse censent,
contra rem manifestam pugnare, vel etiam propter alios qui ad vellicandum et calumniandum instructi
sunt, necesse est ut observatione utamur accuratiore.
8. Ἀγέννητον δὶ λέγοντες, οὐκ ὀνόματι μόνον κατ’
ἐπίνοιαν ἀνθρωπίνην σεμνύνειν οἰόμεθα δεῖν, ἀπο-
τιννύναι δὶ κατ’ ἀλήθειαν (10) τὸ πάντων ἀναγκαιότα-
τον ὅφλημα τῷ Θεῷ τὴν τοῖ’) εἶναι δ ιστιν ὁμολογίαν.
Τὰ γάρ τοι κατ’ έπίνοιαν λεγόμενα ἐν ὀνόμασι μό-
νον (11) καὶ προφορᾷ τὸ εἶναι ἔχοντα, ταῖς φωναῖς
Basilius pag. 214.
ζ9) ᾼρυᾶ Basilium, pag. 215, ἄρ’ ουν, et mox,
μήτε ἕτερον .
ΡΑτιιοι.. Ga. XXX.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.