PG 30, col. 852

46. Εἰ δ’ ὅτι ΙῘατήρ καὶ Υἱὸς, διδ. τοῦτο ἀνθρω-
πίνην καὶ σωματικὴν χρὴ τήν γέννησιν ἐννοεῖν, κάκ
τῶν έν ἀνθρώποις γεννήσεων ἀναγομένους, τοῖς τῆς
μετουσίας ὀνόμασι καί πάθεσιν ὑπάγειν τὸν Θεὸν (31),
ἔπειδή καὶ δημιουργὸς ὁΘεὸς,ίῖλην ὑποϐάλλειν δεῖ πρὸς
γένεσιν τῶν δεδημιουργημένων κατᾶ τὴν Ἑλληνικὴν
πλάνην. Ὁ γὰρ ἐκ τῆς ἰδίας οὐσίας γεννῶν ἅνθρωπος
οὐκ ἂν ὕλης χωρὶς δημιουργήσειεν. Εἰ δὲ τοῦτο
παραιτοῖντο, μηδὲν τῆς τῶν ὀνομάτων φροντίζοντες
προφορᾶς, τήν δε τῷ Θεῷ περιπίπτουσαν ἔννοιαν
Βίασῶξοντες έπιτρέποίεν 7 egendi; ν
πῶς ἃν ἔχοι χώραν τὸ τῆς μετουσίας πάθος ἐπὶ Θεοῦ
διὰ τὴν τοῦ Πατρὸς προσηγορίαν; Τίς γὰρ οὐκ ἂν
ὁμολογήσειε τῶν εὖ φρονούντων, ὅτι τῶν ὀνομάτων
τὰ μὶν κατᾶ τὴν ἐκφώνησιν καὶ προφορὰν τὴν κοι-
νωνίαν ἔχει μόνον, οὐκ ἔτι δὲ κατᾶ τὴν σημασίανς
Ὠς ὀφθαλμὸς, ἐπί τε ἀνθρώπου καὶ Θεοῦ λεγόμενος·
τοῦ μὶν γὰρ σημαίνει τι μέρος, τοῦ δὲ ποτέ μὲν ἀν·
τίληψιν κιοὶ φυλακὴν τῶν δικαίων, ποτε δὶ τὴν τῶν
πραττομένων γνῶσιν.
17. Τὰ δὲ πολλὰ, κατά τήν ἐπιφώνησιν κεχωρισμὲ-
να, τὴν αὐτὴν ἔχει σημασίαν, ὡς τὸ ὃν, καὶ μόνος
ἀληθινὸς Θεός. Οὐκοῦν οὐδὲ ὅταν λέγηται Πατὴρ, κοι-
νὴν ἐννοεῖν χρὴ πρὸς ἀνθρώπους τήν ἐνέργειαν, έπ’
ἀμφοῖν συνεπινοοῦντας ταύτῃ ῥεῦσιν ἢ πάθος, ἐπεί-
περ ἠ μέν ἐστιν ἀπαθὴς, ἡ δὶ μετὰ πάθους. Οὐδὲ ὅταν
λέγηται Πνεῦμα, κοινὴν ἔχει πρὸς τὰ λεγόμενα πνεύ-
ματα τὴν φύσιν. Ἐν πᾶσι δὲ τὸ ἀνάλογον σώζοντας,
μήτε τὸν Υἱὸν (32) ἀκούοντας ποίημα δυσχεραίνειν,
ὡς κοινοποιουμένης πάντως καὶ τὴς οὐσίας ὑπὸ τῆς
τῶν ὀνομάτων κοινωνίας. Ὀ μὲν γάρ ἐστιν ἀγεννή-
του καὶ ἆποιήτου γέννημα καὶ ποίημα· οὐρανὸς δὶ
καὶ ἄγγελοι, καὶ πᾶν ὅπερ ἐστὶν ἄλλο ποίημα, τούτου
του ποιήματός ἐστι ποιήματα, προστάγματι τοῦ Ha-
τρὸς δι’ αὐτοῦ γενόμενα. Οὕτω γὰρ ἂν ταῖς Γραφαῖς
D τὸ ἀψευδεῖν φυλάττοιτο, ποίημα καὶ γέννημα λεγού-
σαις τὸν Υἰὸν, καὶ τῶν ὑγιαινόντων ἡμεῖς οὐκ ἔκστη-
σόμεθα λογισμῶν, μήτε μέρη τῷ Θεῷ περιάπτοντες,
μήτε μὴν πρὸσ μὲν γέννησιν τὴν ῗδίαν οὐσίαν, πρὸς
δὲ κτίσιν ὕλην ὑποϐάλλοντες, ἐξ ὧν ὴ τῶν ὀνομάτων
διαφορὰ γίνεσθαι πέφυκεν.
18. Εἰ δὲ μήτε γεννῶν ὁ Θεὸς τῆς οἰκείας τῷ γεν-
νωμένῳ μεταδίδωσι φύσεως κατά τοὺς ἀνθρώπους,
ἆγέννητος γάρ· μηδι κτίζων ὕλης ἐπιδεῖταί τινος,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.