PG 30, col. 860

τιθεμένους μηδενὸς τῶν ἔργων ἀγεννήτως γίγνεσθαι
δυναμένου, μήτ’ ἀτελευτήτως. Ἐκ γὰρ τούτων συμ-
ϐαίνοι (42) δυοῖν θάτερον, ἢ τὴν ἐνέργειαν ἄπρακτον
εἶναι τοῦ Θεοῦ, ἢ τὸ ἔργον ἀγέννητον. Εἴ δ’ ἑκάτερον
τούτων ὁμολογουμένως ἄτοπον, ἀληθὲς τὸ λειπόμε-
νον, ἀρχομένων τε τῶν ἔργων, μὴ ἄναρχον εἶναι τὴν
ἐνέργειαν παυομένων τε, μὴ ἄπαυστον. Οὐ χρὴ
τοίνυν πειθομένους γνώμαις ἐτέρων ἀνεξετάστως
ἑνοῦν τῇ οὐσίᾳ τὴν ἐνέργειαν, ἀληθεστάτην δὲκαὶ
θεῷ πρεπωδεστάτην ἐνέργειαν ἡγεῖσθαι τὴν βούλη-
rw, ἀρκοῦσαν πρός τε τὸ εἶναι καὶ σώζεσθαι τὰ
πάντα, μαρτυρούσης καὶ προφητικῆς φωνῆς· Πάντα
γὰρ ὅσα ἠθέλησεν, ἐποίησεν· Οὐ γὰρ ἐπιδέεταί τινος
πρὸς τὴν ὧν βούλεται σύστασιν, ἀλλ’ ἅμα τε βούλε-
rat, καὶ γέγονεν ὅπερ ἠθέλησεν.
24, Οὐκοῦν εἴ τήν μὲν βούλησιν ἀπέδειξεν 6 λόγος
ἐνέργειαν, οὐκ οὐσίαν δὶ τήν ἐνέργειαν, ὑπέστη δὲ
βουλήσει τοῦ Πατρὸς 6 Μονογενής, οὐ πρὸς τὴν οὐ-
σίαν, πρὸς δί τὴν ἐνέργειαν, ἥτις ἐστὶ καὶ βούλησιςο
ἀποσώζειν τὴν ὁμοιότητα τὸν Υἱὸν ἀναγκαῖον. Ἐξ ὢν
προσαγομένους δεῖ τὸν ἀληθῆ τῆς εἰκόνος διασώζειν
λόγον. Αὐτὸς 6 μακάριος Παῦλος ἐξηγήσατο, εἰπών·
"Oc ἐστιν εἷ’κὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτό-
τοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ
πάντα, τά τε ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, ὁρατὰ καὶ
ἀόρατα. Διὰ τοῦτο είκών. Πάντα δὲ τὰ ἐν αὐτῶ
κτισθέντα μετᾶ τοῦ πρωτοτόκου οὐ τήν ἀγέννητον
οὐσίαν χαρακτηρίζει. Οὐ γὰρ κατὰ ταῦτα ἡ οὐσία.
Τήν δὲ ἐνέργειαν, δι’ ἦς 6 Υἱὸς, ἐν ᾧ τὰ πάντα, οὐ
πρὸς τήν οὐσίαν φέροι ἄν ἡ εἰκὼν τήν ὁμοιότητα,
πρὸς δὲ τὴν ἐνέργειαν ἐναποκειμένην ἀγεννήτως τῇ
προγνώσει, καὶ πρὸ τῆς πρωτοτόκου συστάσεως, καὶ
τῶν ἐν αὐτῷ κτισθέντων. Τίς γὰρ αὐτόν τε τὸν Μο-
νογενῆ γινώσκων, καὶ πάντα τὰ δι’ αὐτοῦ γενόμενα
καταμαθὼν, οὐκ ἃν ὁμολογήσειεν αὐτῷ θεωρεῖσθαι
πᾶσαν τὴν τοῦ Πατρὸς δύναμιν; Πρὸς ὅπερ ἀπιδὼν
6 μακαριώτατος Παῦλος, οὑ, Δι’ αὐτοῦ, φησὶν, ἀλλ’
Ἐν αὐτῶ, καίτοι προσθεὶς τὸ,11ρωτότοκος, ’ίνα τοῖς
δι’ αὐτοῦ γενομένοις καὶ αὐτὸς συμπαραληφθεὶς,
πᾶσι γνωρίζῃ τοῖς ταῦτα συνορᾷν δυναμένοις τὴν τοῦ
Πατρὸς ἐνέργειαν. Εἰκόνα τοίνυν φαμὶν, οὐχ ᾡς
ἀγεννήτῳ γέννημα παραϐάλλοντες (ἀνάρμοστον γὰρ
τοῦτό γε καὶ τοῖς πᾶσιν ἀδύνατον), ἀλλ’ Υἶὸν μονο-
γενῆ καὶ πρωτότυκον Πατρὶ, τῆς μὶν Υ⁴ιοῦ προσηγοέ
ρίας τήν οὐσίαν δηλούσης, τῆς δὶ Πατρὸς, τὴν τοῦ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.