PG 30, col. 861

ὁμοίας φωνῆς, ᾧ προλαϐὼν μετέδωκε xui τῆς
ὁμοίας οὐσίας’ μᾶλλον δὲ ἀμφοῖν ἑκατέρῳ, τῷ τε
Πατρὶ τῆς Υἱοῦ, καὶ τῷ Υἱῷ τῆς Πατρός· ἡ γὰρ τῆς
οὐσίας ὁμοιότης ταῖς αὐταῖς ὀνομάζειν προσηγο-
ρίαις ἀναγκάζει τους ταύτην περὶ αὐτῶν ἔχοντας τὴν
δόξαν.
communem cum Filio, quem antea ejusdem etiam essentia: participem fecit : imo ipotius utramque
ambobus, Filii scilicet appellationem Patri, et Patris appellationem vicissim Filio tribuat; essentia:
enim similitudo coget eos, qui hanc de ipsis opinionem habent, iisdem appellationibus ipsos nomi-
nare.
25. Ἀρκούντων δὲ (43) ἡμῖν τοσούτων καὶ περὶ τοῦ
Μονογενοῦς, ἀκόλουθον ἂν {in xui περὶ τοῦ Παρακλή-
του λοιπὸν εἰπεῖν, οὐ ταῖς ἀνεξετάστοις τῶν πολλῶν
ἀκολουθοῦντας δόξαις, τήν δὲ τῶν ἁγίων ὲν ἅπασι
φυλάσσοντας διδασκαλίαν, παρ’ ὧν τρίτον αὐτὸ ἀξιώ-
ματι καὶ τάξει μαθόντες, τρίτον εἶναι καὶ τῇ φύσει
πεπιστεύκαμεν· οὐκ ἐπαμειϐομένων ταῖς φύσεσι τῶν
ἀξιωμάτων κατὰ τὴν ἐν ἀνθρώποις ἐκ πολιτείας με-
ταϐολὴν, οὔτ’ ἐνηλλαγμένης τῆς τάξεως κατὰ τήν
δημιουργίαν ἰναντίως ταῖς οὐσίαις, ἀλλ’ εὐαρμόστως
ἐχούσης πρὸς τήν φύσιν, ὡς μήτε τὸ πρῶτον τῇ τάξει
δεύτερον εἶναι τὴν φύσιν, μήτε μὴν τὸ φύσει πρῶτον
δευτέρας ἣ τρίτης λαχεῖν τάξεως. Οὐκοῦν ε⁹ίπερ ἥδε
τῇς τῶν νοητῶν δημιουργίας ἀρίστη τάξις, τρίτον ὃν
τὸ Πνεῦμα τὸ ἅγιον τήν τάξιν, οὐκ ἃν πρῶτον εῗίη τήν
φύσιν, ὅπερ ἐστὶν 6 Θεὸς καὶ Πατήρ Ἦ γὰρ ἂν
εὔηθες καὶ περιττὸν τὸν αὐτὸν ποτὶ μὲν πρώτην,
ποτὲ δὲ τρίτην ἔχειν χώραν, ’ἐν τε ὀίμφω εἶναι, τό τε
προσκυνούμενον, καὶ ἰν ᾧ προσκυνεῖναι, καθ’ ἅ φησιν
6 Κύριος· Πνεῦμα 6 Θεὸς, καὶ τοὺς προσκυνοῦν-
τας αὐτὸν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυ-
νεῖν. Οὐδὲ μὴν ταυτὸν τῷ Μονογενεῖ. Οὐ γὰρ ἂν
ὑπηριθμήθη τούτῳ ὡς ῗδίαν ἔχων ὑπόστασιν, ἀρκού-
σης καὶ πρὸ τούτων τῆς τοῦ Σωτῆρος φωνῆς, δι’ ἧς
ἕτερον ἔφη σαφῶς τὸν ἀποσταλησόμενον εἶναι πρὸς
ὑπόμνησιν καὶ διδασκαλίαν τῶν ἀποστόλων. Οὐδέτε-
ρον μὲν ἀριθμῷ παρᾶ τὸν Θεὸν, ἀγέννητον δέ. Εἷς
γὰρ xui μόνος ἀγὲννητος, ἐξ οὗ τὰ πάντα γέγονεν.
Ἢ ἄλλο μὶν παρὰ τὸν Υἱὸν, γὲννημα δέ. Εἷς γὰρ καὶ
μονογενής, ὁ Κύριος ἡμῶν, Δι’ οὗ τὰ πάντα, κατά
τὸν Ἀπόστολον Ἀλλᾶ καὶ τρίτον καὶ φύσει xui τάξει,
προστάγματι τοῦ Πατρὸς, ἰνεργείᾳ δὲ τοῦ Υἱοῦ γενό- D
μενον,τρίτῃ χώρᾳ τιμώμενον, ὡς πρῶτον xui μεῖζον
πάντων, καὶ μόνον τοιοῦτο τοῦ Μονογενοῦς ποίημα·
θεότητος μὶν καὶ δημιουργικῆς δυνάμεως ἀπολειπόο
μενον, ἀγιαστικῆς δὲ xui διδασκαλικῆς πεπληρωμέ-
νον. Τοὺς γάρ τοι πεπιστευκότας ἐνέργειαν εἷναί τινα
τοῦ Θεοῦ τὸν Παράκλητον, εἶτα ταῖς οὐσίαις ὑπ-
αριθμοῦντας, ὡς λίαν εὐήθεις xui πολὺ τῆς ἀληθείας
ἆπεσχοινισμὲνους, νῦν διελέγχειν, μακρᾶς ἂν ε’ίη
σχολῆς-
⁸³ Joan. xv, 24. ί Joan. xxv, 16, 26.
² Coloss., ι, 16.
(43) Basilius lib. In, p. 271 et 276.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.