PG 31, col. 1412

ναῖς χρείαις ἀκολουθεῖν δεήσῃ (24), ἀντιϐαίνειν οὐ
χρὴ, ὶννοοῦντα τοὺς ἀποστόλους, ὅπως προθύμως
ὑπήκουσαν τῷ Κυρίῳ παραγαγεῖν τὸν πῶλον κε-
λεύσαντι, καὶ λογιζόμενον, ὡς καὶ δι’ οὓς ἡμεῖς τὴν
ἐπιμέλειαν τῶν ὑποζυγίων αἱρούμεθα, ἀδελφοὶ τοῦ
Σωτῆρος εἰσι · καὶ ἡ περὶ τούτους εὔνοια καὶ. σπου-
δὴ τὴν ἀναφορὰν ἐπὶ τὸν Κύριον ἔχει τὸν φήσαντα·
Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου
τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰ δε τὰ τῶν έλα-
χίστων οἰκειοῦται, πολλῷ μᾶλλον τὰ τῶν έκλεκτῶν
οἰκειώσεται, μόνον μὴ τὴν διακονίαν ἀφορμήν indiat-
φορίας λογίσηται, ἀλλ’ ἐν πάσῃ νήφει ἑαυτὸν ἀσφα-
λιζέσθω, ῖνα καὶ ἑαυτῷ καὶ τοῖς συντυγχάνουσιν (25)
ὠφάλεια γένηται. Ἂν δέ τι τῶν εὐτελεστέρων ἔργων
δέη ἐργάζεσθαι, χρὴ εἰδέναι, ὅτι καὶ ὁ Σωτὴρ τοῖς
μαθηταῖς διηκόνησε, καὶ τὰ εὐτελῆ ⁴ιίῶν ἔργων
ποιῆσαι οὐκ ἀπηξίωσε, καὶ μέγα ἀνθρώπῳ Θεοῦ γε·
νέσθαι μιμητὴν, διὰ τῶν ταπεινῶν τούτων εἰς τὸ
ὕψος τῆς μιμήσεως ἐκείνης ἀναγομένῳ. Τίς δ’ ἄν
καὶ λέγοι λοιπὸν ταπεινὸς, ὧν Οεὸς τῆς ἐνεργείας
ἐφήψατο.
ΚΕΦΑΛΑΙΟΝ ΚΔ’
-οτι οὗ χρὴ τιμὰς κα). πρεσϐείας (26) έπιζητειν τὸν
ασκητην.
1. Τιμάς δι κατὰ μηδεν ἐπιζητεῖν προσήκει τὸν
ἆσκητήν. Εἰ μεν γὰρ ἐνταῦθα τῶν πόνων καὶ τῶν
κατορθωμάτων ἐπιζητεῖ τὰς ἀμοιϐὰς, ἅθλιος τῆς
ἀντιμισθίας ἐστὶ, τοῖς προσκαίροις τὰ αἰώνια ζη-
μιούμενος ο εἰ δὲ προείλετο ἐνταῦθα μεν ἀγωνίσασθαι,
έν οὐρανῷ δὲ τοὺς στεφάνους κομίσασθαι, ὀφείλει μὴ
μόνον μὴ ἐπιζητεῖν τιμὰς, ἀλλὰ καὶ διδομένας παρ·
αιτεῖσθαι καὶ ἀποκρούεσθαι, ἵνα μὴ ἡ ἐνταῦθα τιμὴ
τῆς ἐκεῖ δόξης ἐλάττωσις γένηται. Ὁ γὰρ παρὼν
βίος ὅλος ἔργων καὶ ἀγώνων ἐστίν· ὁ δὲ μέλλων,
στεφάνων καὶ ἀμοιϐῶν, καθὼς ὁ μέγας Παῦλος μέλ-
λων τελειοῦσθαι τήν ἐνταῦθα ζωὴν (27), καὶ πρὸς τὰ
ἐκεῖθεν μεθίστασθαι, φησί· Τὸν ἀγῶνα τὸν καλὸν
ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τε·
τήρηκα- λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης
στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος, οὐκ έν-
ταῡθα, ἀλλ’ έν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής.
Καὶ πάλιν ὁ Σωτήρ φησιν · Ἐν τῷ κόσμῳ τούτῳ
θλίψιν ἕξετε. Καὶ πάλιν ό αὐτὸς Ἀπὸστολος. Διὰ
πολλῶν θλίψεων δεῖ ἡμᾶς, εἰσελθεῖν εἰς τὴν βα·-
σιλείαν τῶν οὐρανῶν. Εἰ τοίνυν βούλει βασιλεῦσαι
εἰς τὸ μέλλον (28), ἐνταῦθα μὴ ἄνεσιν, μὴ τιμὴν ἐπι-
ζήτει, ἀλλὰ κᾶν θλίϐη πρὸς τὸ παρὸν ὑπὲρ τοῦ λόγου,
δηλονότι τῆς ἀληθείας , γίνωσκε, ὅτι βασιλεύσεις
ιη, 33. 7' Act. xrv, 21.
οτι και ο.
(26) Codex Colb. “inmemor.
(27) Unus ms. cum Vo'ss. τῆς ἐνταῦθα ζωῆς.
(28) Unus ms. κατὰ τό μέλλον.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.