PG 31, col. 169

εἰπερ οὖν καί τό τρυφᾴν τοῦ λιτῶς (17) διαιτᾶσθαι
τοῖς ἀσθενοῦσι φῇς εἶναι καταλληλότερον. ἸΙ γὰρ οὶ-
κονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μεν καὶ λι-
τότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾡκείωσε τῷ τρε-
φομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων πα-
ραλαϐοῦσα, εἶτα ἀντισχεῖν πρὸς τό πέρας ούκ ὶξαρ-
κέσασα, τά ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν.
5- Ἀλλ’ἒπὶ τὴν ἱστορίαν βαδιζέτω ό λόγος (18), τὸ
ἀρχαῖον τῆς νηστείας διεξιών· καὶ ὅπως πάντες οί Β
οἶγιοι, ὥσπερ τινὰ κλῆρον πατρῷον διαδεξάμενοι,
οὕτω διεφύλαξαν, πατὴρ παιδὶ παραδιδόντες· ὅθεν
καὶ εἰς ἡμᾶς άκολονθία διαδοχῆς διεσώθη τὸ κτῆμα
(19). Ούκ ἦν ἐν τῷ παραδείσῳ οἶνος, οὔπω ζωοθυ-
σίαι, οὓπω κρεωφαγίαι. Μετά τὸν κατακλυσμόν οἶ-
νος· μετά τόν κατακλυσμὸν, Φάγεσθε πάντα ὡς
λάχανα χόρτου. Ὃτε ἀπεγνὼσθη ἠ τελείωσις, τότε
συνεχωρήοη ἡ ἀπόλαυσις, Δεῖγμα δὲ τῆς τοῦ οἴνου
ἀπειρίας Νῶε ἀγνοῶν τοῦ οἰνου τὴν χρῆσιν. Οὔπω
γὰρ εἰς τόν βίον παρεληλύθει, οὐδ’ ἐτίτρίπτο ἐν τῇ
σονηθείᾳ τῇ τῶν ἀνθρώπων. Οὔτε οὖν ἄλλον τεθεα-
μένος, οὗτε αύτός πειραθεὶς, τῇ ἀπ’ αὐτοῦ βλάϐῃ
περιέπεσεν ἀφυλάκτως· Ἐφύτευσε γὰρ ἄμπελον Νῶε,
καὶ ἔπιεν ἀπὸ τοῦ καρποῦ, καὶ ἐμεθύσθη’ ούχὶ τῷ
πάροινος εἶναι, ἀλλὰ τῷ ἄπειρος εἶναι τῶν μέτρων C
τῆς μεταλήψεως. Οὓτω νεαρώτερον παραδείσου τό
εὕρημα τῆς οίνοποσίας, καὶ οὕτως ἀρχαῖον τό τῆς
νηστείας σεμνόν. Ἀλλὰ καί Μωῦσία διὰ νηστείας ἔγνω-
μεν προσϐαλόντα τῷ ὂρει. Ού γὰρ ἂν κατετόλμησε
καπνιζομένης τῆς κορυφῇ ς, οὐδ’ ἂν ἐθάρσησεν εἰσελθεῖν
εἱς τόν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. Διὰ νηστείας
τὴν ἐντολὴν ὑπεδέξατο δακτύλῳ Θεοῦ γραφεῖσαν ἑν
ταῖς πλαξί. Καὶ οἰνω μὶν ἡ νηστεία νομοθεσίας πρόξενος
ἦν, κάτω δε ἡ γαστριμαργία είς εἰδωλολατρείαν
ἐξέμηνεν· Ἐκάθισε γὰρ ό λαὸς φαγεῖν καὶ πιεῖν, καὶ
ἀνέστησαν παίζειν. Τεσσαράκοντα ἡμερῶν προσεδρίαν
(20) νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος ἄχρησ-
τον ἀπέδειξεν οἰνοφλυγία μία. “Ag γὰρ ἡ νηστεία ἔλαϐε
πλάκας δακτύλῳ Θεοῦ γεγραμμένας, ταύτας ἡ μίθη
συνέτριψεν, ούκ ἠξιον κρίναντος τοῦ προφάτου μεθύοντα D
λαόν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Ἐν μιᾷ καιροῦ
ῥοπῇ διὰ γαστριμαργίας ό λαὸς ὶκεῖνος ό τὸν Θεὸν
διὰ τῶν μεγίστων τεραστίων δεδιδαγμένος, εἰς
τὴν Αἰγυπτίων εἰδωλομανιαν ἐξεκυλίσθη . Παράλ-
ληλα θὶς ἀμφότερα· πῶς νηστεία Θεῷ προσάγει,
¹⁰ Genes. ix, 3. “ ibid. 20, 2t. ¹² Exod. xxxv, 11
Α (16) Editi ὥσπερ τινός. At mss. plerique omnes
tMa?) Χύῗίσυὶ duo libri et editi τοῦ τρυφᾷν τὸ λιτῶς,
corrupte. At Regii primus et secundus cum aliis
corrupte. At Regii primus et secundus cum aliis
duobus Colbertinis τὸ τρυφᾷν τοο λιτῶς, emendate.
ΡΑτιιοι.. Gr. XXXI.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.