PG 32, col. 1101

In English: The Letters 361

αὐτοῦ τοῦ ὁμοουσίου (οὔ ἕνεκεν ἡγοῦμαι ταῦτα κατα-
σκευάζειν αύτούς, βαθέως τὴν οὐσίαν διαϐάλλοντας,
ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ καταλιπεῖν)
διαλαϐεῖν ἡμῖν πλατύτερον βουλήθητι, τίνα τὴν διά-
νοιαν ἔχει, καὶ πῶς ἂν ύγιῶς λέγοιτο, ἐφ’ ὧν οὔτε
γένος κοινὸν ὑπερκείμενον θεωρεῖται, οὔτε ὑλικὸν
ὑποκείμενον προϋπάρχον, ούκ ἀπομερισμός τοῦ προ-
τέρου εἰς τὸ δεύτερον. Πῶς οὖν χρὴ λέγειν ὁμοούσιον
τὸν Υίὸν τῷ Πατρὶ, εἰς μηδεμίαν ἔννοιαν τῶν sipu-
μένων καταπίπτοντας, θέλησον ἡμῖν πλατύτερον
διαρθρῶσαι. Ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν, ὅπερ ἂν
εἶναι καθ’ ὑπόθεσιν τοῦ Πατρός ούσία ληφθῇ, τοῦτο
εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υίοῦ λαμϐάνε-
σθαι. Ὦστε εἰ φως νοητὸν, ἀίδιον, ἀγέννητον, τὴν
τοῦ Πατρός οὐσίαν τις λέγοι, φῶς νοητὸν, ἀίδιον,
γεννητὸν, καὶ τὴν τοῦ Μονογενούς οὐσίαν ἐρεῖ. Πρὸς
δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἠ τοῦ ἀπαραλ-
λάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἠ τοῦ ὀμοουσίου
ἁρμόττειν. Φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον
καὶ ἧττον τὴν διαφορὰν ἔχον, ταυτὸν μὲν οὐκ εἶναι
(διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς ούσίας ἐστὶν ἑκάτερον),
ὅμοιον δὲ κατ’ οὐσίαν ἀκριϐῶς ἀπαραλλάκτως, ὀρ-
θῶς ἆν οἶμαι λέγεσθαι. Εἴτε οὖν ταύτας χρὴ διαλέ-
γεσθαι τὰς ἐννοίας, εἴτε ἐτέρας μείζους ἀντιλαϐεῖν,
ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ
καρδίᾳ), τὸ μὲν ἀρῥωστοῡν ἴασαι, τὸ δὲ σαθρὸν ὑπο-
στήριξον · παντὶ δὲ τρόπῳ βεϐαίωσον ἡμᾶς. Τοὺς
μετὰ τῆς εὐλαϐείας σου ἀδελφούς ἀσπάζομαι, καὶ
ἀξιώ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἱνα σωθῶμεν.
'0 ἑταῖρος Γρηγόριος, τὸν μετὰ τῶν γονέων ἐλόμε-
νος βίον, αύτοίς σύνεστιν . ’Υγιαίνων ἐπιπλεῖστον
φυλαχθείης ἡμῖν, ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ
τῇ γνώσει.
tres qui tua cum pietate degunt saluto, et rogo, ut una tecum pro nobis orent, quo salutem conse-
quamur. 464 Sodalis Gregorius, electa cum parentibus vita, apud eos est. Sanus ad plurimum
tempus conserveris nobis, adjuvans nos et precibus et doctrina.
ΕΠΙΣΤΟΛΗ ΤΞΒ’
Respondetur praecedenti epistolw, et quomodo Pater et Filius unum sint exponitur, exemplis e natura
humana adductis.
Βασιλείῳ Ἀπολινάριος.
Φιλοθέως πιστεύεις, καὶ φιλολόγως ζητεῖς, καὶ
παρ’ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τήν ἀγάπην,
εἰ καὶ τύ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο, διά τε τὸ ὁμέ-
τερον ἐνδεὲς, καὶ τὸ τοῦ πράγματος ὑπερφυές. Ούσία
μία, οὐκ ἀριθμῷ μόνον’ λέγεται, ὥσπερ λέγεις, καὶ
τὸ ἕν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο
καὶ ἄλλον ὁτουοῦν τῶν κατὰ γένος ἐνιζομένων · ὥστε
ταύτῃ γε καὶ δύο καὶ πλείονα ('27) ταυτὸν εἶναι κατὰ
τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν
εἷς ὄντες, καί Δαϐὶδ ὁ τοῦ Δαϐὶδ υἱὸς, ὡς ταυτὸν ὢν
(27) Fort. πλείονας. Cornu.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.