PG 32, col. 248

In English: The Letters 8.1

Ἡσαῦ, καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδα-
γωγῶν; Ἀλλ’ ἐπειδὴ σὺν Θεῷ τοῦ σκοποῦ κατά
δύναμιν τετυχήκαμεν, εὑρόντες σκεῦος ἐκλογῆς καὶ
φρέαρ βαθὺ, λέγω δε τὸ τοῦ Χριστοῦ στόμα Γρηγὸ-
ριον’ ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε
χρόνον, αἰτούμεθα · ου τήν ἐν ταῖς πόλεσι διατριϐὴν
ἀσπαζόμενοι · οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διά
τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχα-
νωμενος · ἀλλὰ τὴν συντυχίαν τὴν τρὸς τοὺς ἁγίους
έπωφελῆ μάλιστα κρίνοντες (Si). Ἐν γὰρ τῷ λέγειν
τι περὶ τῶν eam δογμάτων, καὶ ἀκούειν πυκνότε-
B ρον, ἕξιν δυσαπόϐλητον Θεωρημάτων λαμϐάνομεν. Καὶ
τὰ μεν καθ’ ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον.
2. Ὑμεῖς δε, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πα-
σῶν κεφαλαὶ, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων
ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα,
καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τήν πίστιν
ἐπιθολωση. Τοῦτο γὰρ αὐτοῖς ἀεί ἑστιν ἐπιμελὲς,
μὴ έκ τῶν Θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέ-
ρας ψυχὰς, ἀλλ’ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούε-
σθαι τήν ἀλήθειαν. Ὀ γὰρ ἀγέννητον καὶ γεννητὸν
ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ
ὄντα ποτε δογματίζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πα-
τέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον
οῦκ ἀίδιον, οῦκ ἄντικρύς ἐστι Φυλιστεύς (52); βα-
σκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προϐάτοις, ἰνα
C μὴ πίνωσιν έκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν
αἰώνιον ὕδατος, ἀλλά τὸ τοῦ προφήτου λόγιον πρὸς
ἑαυτοὺς ἐπισπάσωνται (53), τὸ· Ἐμέ ἐγκατέλιπον
πηγήν ὕδατος ζῶντος, ηαὶ ὤρυξαν ἑαυτοῖς λάκ-
κους συντετριμμένους, oi οῦ δυνήσονται ὕδωρ
συσχεῖν· δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν
τὸν Υὶὸν, Θεὸν τὸ Πνεῦμα τὸ άγιον ⁸ ὡς οἱ θεῖοι λό-
γοι, καὶ οἱ τούτους(54) ὑψηλότερόν νενοηκότες ('6‘:-
δαξαν. Πρὸς δὲ τους ἑπηρεάξοντας ἡμῖν τὸ τρίθεον
ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεὸν οῦ τῷ ἀριθ-
μῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. Πᾶν γὰρ ὃ ἓν
ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὅντως, οὐδ’ ἁπλοῦν τῇ
φύσει ἐστίν ο ὸ δὲ Θεὸς ἀπλοῦς καὶ ἀσύνθετος παρὰ
πᾶσιν ὁμολογεῖται. Οὐκ ἄρα εἷς ἀριθμῷ ἐστιν ὁ
Θεὸς. Ὃ δε λέγω, τοιοῦτόν ἐστιν. Ἕν ἀριθμῷ τὸν
κόσμον εἷναί φαμεν, ἀλλ’ οὐχ ἕνα τῇ φύσει, ἀλλ’ οὐδ’
ἁπλοῦν τινα τοῦτον. Τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ
ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα
καί γῆν. Πάλίν ό ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται-
Ἐνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. Ἀλλ’ οὐχ
ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συν-
εστώς. Ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦ-
(53) Ἐπισπάσωνται. Sic Reg.
et Harl. Editi
επισπασονται,
(54) Τούτους. Sic Harl. Editi τούτων. Paulo post
exduobus mss. legimus ἐπηρεάζοντας ἡμῖν. Editi
ημων.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.