PG 38, col. 880

ναικῶν ἐγκαλοῦντας, ὲπαρώμενοι αὐτοῖς, καὶ ὲξομνῦο
μενοι μὴ ὲγνωκένμι αὐτὴν γυναῖκα ὑπάρχειν ἦ
ἄνδρα. "Ai-cep ἐπὶ μὲν τῆς ἐνεργείας ἀληθεύειν φα-
νῶμεν , ὲκ δὲ τῆς φωνῆς καὶ ὅψεως πρόδηλον τὴν
γνῶσιν τοῦ τε ἄρρενος καὶ θήλεος ἔχοντες. Οὐκ ἀγνοεῖ
τοίνυν 6 Υἱὸς τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην,
πάντα αὐτῆς τὰ σημεῖα καὶ φόϐητρα προφαίνων, καὶ
οἱονεὶ παροῦσαν αὐτὴν τοῖς γνωρίσμασι διαγράφων
ἀλλ’ οὐκ ἐϐούλετο σαφηνίζειν τὴν εἰκαίαν ἐρώτησιν,
ἀγνοεῖσθαι δ’ αὐτὴν πᾶσιν εἰκότως πῳμηθεὺεται,
ὣστε πᾶσαν ἡμέραν καὶ ὥραν, ἐκείνην οἰομένους,
παρασκευάζεσθαι πρὸς αὐτὴν, καὶ νηφόντως καρα-
δοκεῖν αὑτὸν ἥκοντα πρὸς ἔκτισιν τῶν ἐπάθλων τοῦδε
τοῦ βίου. Ἀπαγε τοίνυν τῆς ἀνοίας, ἄγνοιαν μιᾶς
ἡμέρας καὶνῶρας καταληρῶν τοῦ ποιητοῦ τῶν αἰώ-
νων, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας ὑπάρ-
χουσι, καθὼς φησὶν 6 ἱερὸς Ἀπόστολος.
quemadmodum sanctus ille Apostolus loquitur.
ΠΕΥΣΙΣ KA'.
Τί οῦν ;ν ἄλλως μὲν γινώσκει 6 Πατὴρ ἐκείνην, καὶ
ἄλλως 6 Υἱός ;
Ἀπόκρισις.
Οὐχ ἑτέραν γνῶσιν φαμὲν τοῦ Πατρὸς, θατέραν δὲ
τοῦ Παιδὸς καὶτοῦ Πνεύματος (7), ἀλλά τὸ μὲν
πραχθὲν, τὸ δὲ ταμιευόμενον. Γινώσκει γὰρ 6 Πατὴρ
ἐκείνην τῇ διττῇ γνώσει καὶ πράξει, τῇ μὲν δημιουρ-
γήσας, τῇ δὲ κρίνας διὰ τοῦ γνησίου Παιδὸς κρῖναι
πάντας. Γινώσκει δ’ αὐτὴν καὶ 6 Υἱὸς ἴσα τῷ Γεννήο
τορι κατ’ εἴδησιν καὶ πρᾶξιν δημιουργικὴν, οὐ μέντοι
κριτικήνο οῦπω γὰρ ἔκρινεν, τοὺς μὲν πυρὶ ἀσϐέστῳ,
τοὺς δὲ τρυφῇ ἀλήκτῳ ἀποκρίνας. υὺκ ἀγνοίας δὲ
τοῦτο, ἀλλὰ μακροθυμίας, καιρὸν διορθώσεως τοῖς
μοχθηροῖς παρεχομένης, ὲν τοὺς μὴ καθαιρομένους
τὸ αἶσχος καὶ έκνήφοντας ἐκτραγῳδῶν καταυλίζων 6
Δαϐίδ φησιν’ Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ
ἀποτίσειο δάνος τὸν καιρὸν τῆς θείας μακροθυμίας
δηλῶν, ἔκτισιν δὲ τὴν μετάγνωσιν. Καὶ αὖθις 6 θεῖος
ἐπάγει μελῳδὸς, '0 δὲ δίκαιος οῖκτείρει καὶ δίδω-
σιν. ὐ διδοὺς , Θεὸς , τὸ διδόμενον, μεταμελείας καιο
ρός· δανείζων γὰρ Θεὸς βροτοῖς, σπανίως ἢ μόγις,
ἢ οὐδ’ ὅλως ἀπολαμϐάνει, μέχρι τέλους τοῦ ὀφεί-
λοντος ἀναμένων τὴν έκτισιν’ δανειζόμενος δὲ διὰ
τοὺς πέλας τὸν ἔλεον, αὖθις πολλαπλάσιον ἀντιδίο
δωσιν, ὀξέως εὐεργετεῖν, βραδέως κολάζειν εἰωθώς.
Ἔτι γὰρ καὶ νῦν ἀσεϐεῖς θεοστυγοῦσι, καὶ ἄπιστοι
ταῖς θεουργίαις ὲπισκάζουσι, οὐδ’ ἑτέρῳ τῆς διανοίας
τὰς βάσεις ἐρίζοντες, καὶ ἡ ἀδικία κρατεῖ, καὶ ὁ
κριτὴς μακροθυμεῖ, ἓως τῆς δευτέρας πρὸς ἡμᾶς
:vn,‘2l.
⁸³ ibid.
hujusmodi, haud infrequenter librarii confundere
consueverunt, ut pra: caeteris observat Coteleritts
Monum. Eccl. Cr. 'tom. ll, p.609.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.