PG 39, col. 1829

ἄρτι τῆς πρώτης ἀρξαμένης ἑϐδομάδος · τότε τὸν
ὕπαρχον προσκαλεσάμενος, ὁμόψρονὰ τε αὑτὸν τῇ
ἀπιστίᾳ ὄντα καὶ ὅμοιον, ἔφησεν·
8’. Ἐπειδὴ πολλοῖς καὶ ποικίλοις, ὦ ὖπαρχε, χρη-
σάμενος μηχανήμασι, Χριστιανῶν σϐέσαι σέϐας οὐκ
ἰσχύσαμεν (ἐμοὶ δὲ τοῦτο διὰ φροντίδος ἐστὶν οὐ
μικρᾶς ), τηνικαῦτά μοι βουλὴ ὲκ τῶν θεῶν ἐγεγόνει,
ὡς καλή τε καὶ ἀναντίρρητος. Ἐπειδὴ γὰρ τὴν ἑϐδο-
μάδα ταύτην οἱ Χριστιανοὶ πρώτην τῶν ἑαυτῶν νη-
πειῶν θεσπίζουσι, καὶ διὰ σπουδῆς τίθενται ἀμίαντον
πάντη ταύτην πάντων τῶν ἄλλων τῆς νηστείας ἡμε-
ρῶν διαφυλαχθῆναι · κελεύω τῶν ὅσα ὑπὸ τὴν ἀγοράν
είς βρῶσιν καὶ πόσιν ἐπιτηδείων προϐέϐληνται. συ-
σταλῆναι, καὶ μηδὲν ἕτερον είς ἀγορὰν πρθὸληθῆ-
ναι, πλὴν ὂ ἐγώ σοι ἂν παρέξω βρωμάτων, αἵματι
τῶν θυσιῶν μεμιγμένον. Ἀνάγκη γάρ. τούτου γεγο-
νότος, ἢ πάντας ὀνησαμένους φαγεῖν, καὶ ὑπακοῦσαι
ἡμῖν, ὡς τῆς τῶν θεῶν ἀπογευσαμένους Θυσίας, ἢ
λιμῷ φθαρῆναι ἐπιγνόντας τὸ βούλευμα, καὶ μὴ
ἔχοντας ὅθεν τὴν ἔνδειαν πραγματεύσονται.
ι’. Ταῦτα ὲκ τοῦ ἀθεωτάτου στόματος ἐκείνου
ἀκούσαντα τὸν ὕπαρχον φάναι λέγοντα (9)° Νῦν
οἶδα , ὅτι ὅντως καρδία ,βασιλέως ἐν χειρὶ θεῶν.
καὶ ἅμα τῷ λόγῳ ἡ πρᾶξις παρείπετο. Καὶ τὰ μὲν
τῇ ἀγορᾷ προϐεϐλημένα, οἶκαδε ἀπετίθεντο· τὰ δὲ
τοῦ βασιλέως μεμιασμένα, τῇ ἁγορᾷ προεϐέϐληντο.
Τί οὖν ὁ πλάσας ἡμᾶς Θεόςς ἆρα παρεῖδεν ἦ παρ-
εϐλέψατο; Οὐδαμῶς. Ἀλλ’ ἆμα τῷ δεινῷ τούτῳ καὶ
χαλεπωτάτῳ ὲνὲδρῳ τε καὶ βουλεύματι τὴν σωτηο
ρίαν ὲτεχνάσατο.
IA'. Τὸν γὰρ τηνικαῦτα ἀρχιερέα καὶ ἀρχιποίμενα
τῶν Χριστιανῶν, δῆλον τὸ ἄθεον πεποίηκε ῥᾳδιούρ-
γημα· τὸν γὰρ μεγαλομάρτυρα Θεόδωρον, τὸν ὡς
ἀληθῶς Θεοῦ δῶρον, ἐπὶ σωτηρίᾳ τῆς ἡ μῶν πίστεως
δωρηθέντα, ὡς ὲν ὁράματι τούτῳ ἐξαποστείλας. Καὶ
δὴ ὁ τοῦ Χριστοῦ μάρτυς , τῷ πατριάρχῃ ἐφίσταται,
ῦπαρ, οὐκ ὄναρ φαινόμενος, καὶ πρὸς αὐτὸν, ἵνα τῶι
ἁγίων αὐτοῦ ἐπιμνησθῶ ῥημάτων, ἐπὶ λέξεως ὧδε
προσεῖπε τῷ ἀρχιποίμενι· Ἀναστὰς τὸ τοῦ Χριστοί
συνάγαγε ποίμνιον, καὶ πᾶσιν ἀκριϐῶς ἑξασμά-
λίσαι, μηδοπωσοῦν ἐκ τῶν ἐν τῇ ἀγορᾷ προϐε-
ϐλημένων βρωμάτων ἢ πομάτων ὠνήσασθαι. '0
γὰρ δυσσεϐέστατος Ἰουλιανὸς τῷ μιαρῷ τῆς τῶν
εἰδώλων θυσίας αἵματι ἅπαντα κατεμίανεν. '0 δέ
γε ἀρχιερεὺς τῷ ἁγίῳ άντεφὼνησεν ο Καὶ πῶς ἄρα,
ὦ κύριέ μου, δυνατὸν τοῦτο γενέσθαι ; Τυῖς μὲν
γὰρ εὐποροῦσιν ισως δυνατὸν, προαποκείμενα
έχουσι τὰ πρὸς χρείαν αὐτοῖς ἐπιτήδεια· τοῖς
πένησι δὲ, καὶ μηδὲ πρὸς μίαν ἡμέραν τροφῆς
εὐποροῦσι, τί τῆς ἐνδείας τῶν ἀναγκαίων παρα-
μυθία rer-120nm; Ὀ δὲ μάρτυς ἔφη· Κόλὸα αὐ..
τοῖς παρασχόμενος, τὴν ἔνδειαν παραμύθησαι.
(9) Forte λέγεται.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.