PG 39, col. 1833

Θεοῦ ἡμῶν ἐξυμνήσειεν ἀγαθότητα, ὅς ἐκ τοῦ φά-
ρυγγος τοῦ διαβόλου τοὺς τότε ῥοπῇ μιῇ ἐξέσπασε
τῇ λαμπροτάτῃ ἐπιστασίῃ τοῦ σεπτοῦ αὐτοῦ μάρτυ-
ρος Θεοδώρου, καὶ νῦν δὲ ἡμᾶς καθʼ ἐκάστην ὑπὸ τῆς
οἰκίας (14) ἀπροσεξίας τῷ διαβόλῳ διδομένης, δια-
φυλάττει καὶ διασώζει, καὶ τῶν ἐκείνου ἀφαρπάζει
παγίδων; Τοῦτο οὖν εἰδότες, συνεισφέρωμέν τι καὶ
αὐτεὶ τῷ δωτῆρι τῶν τοιούτων Θεῷ. Τἱ δὲ καὶ ἄλλο,
ἢ ἐλεημοσύνην αὐτῷ προσενέγκωμεν; Οὐδενὶ γὰρ
τῶν πάντων, ὡς ταύτῃ Θεὸς δεξιούμενος οἶδεν εὐ-
φραίνεσθαι· καὶ μάλιστα εἰ καὶ τοῦ καιροῦ εἰς τοῦτο
κάλλιστα ἡμᾶς προτρεπομένου. Nηστείας γὰρ ὁ
καιρὸς. καὶ νηστείας ἀγίας, ἐν ἢ ψυχῆς ἀγνισμές τε
καὶ σώματος πέφυκε γενέσθαι τοῖς ἀληθῶς ταύτης
μετιοῦσι, καὶ τῆς τοῦ ἐλέους δαψιλοῦς μεταδόσεως.
Ἀλλὰ καὶ τῶν ἀχράντων Χριστοῦ παθῶν διʼ αὐτοῦ
εἰς ὑπόμνησιν ἐπαγόμενοι.
IC. Καθάρωμεν οὖν ἐαυτοὺς. μὴ βρωμάτων μόνον
καὶ πομάτων, ἀλλὰ καὶ παντὸς ἄλλου συρφετώδους
μολύσματος, ἐπιορκίας, φημμὶ, καταλαλιᾶς, ψεύδους,
ἔχθρας, ἀκολασίας, καὶ τῆς τῶν πάντων κακῶν
πρώτης καὶ τελευταίας, φιλαργυρίας. Ἡ τούτων
γὰρ ἀλλοτρίωσις, κάθαρσίς τέ ἐστι λαμπρὰ, νηστεία
ἀληθὴς καὶ ἀμώμητος. Πρὸ δὲ τούτων καὶ σὺν τού-
τοις καὶ μετὰ τούτων, τὴν ἐλεημοσύνην κατεργασώ-
μεθα· τὴν ὡς ἀληθῶς οὐκ εἰς τρίτον οὐρανὸν, ἀλλʼ
εἰς αὐτὸν τὸντῶν οὐρανῶν ποιητὴν ἐπαγάγουσαν(15)·
ἐλεημοσύνην, τὴν ὡσεὶ πυρὸς ἅρμα καὶ ὑπὲρ τὸν
οὐρανὸν (16) συστὰν εἰσδέξηται γῆθεν ἀνάγουσαν.
δΜετὰ ταύτης λαμπρὰ μὲν ἡμῖν καὶ εὐαπόδεκτος
Θεῷ ἡ νηστεῖα γενήσεται, ὡς θυμίαμα δὲ ἡ προσευχὴ
κατευθυνθήσεται.
C. Καὶ μή μοι εἴπῃς τὰς τετραημέρους νη-
.στείας, ἢ καὶ τὰς ἐξαημέρους. Καλαὶ μέν εἰσι καὶ
αὗται καὶ εὐαπόδεκτοι. Ὡς ἄνευ δὲ πνοῆς ἄχρηστόν
ἐστι τὸ σῶμα ἡμῶν καὶ ἀνενέργητον, οὕτως ἄνευ
ἐλεημοσύνης εἰς κενὸν ἡμῖν τὸ νηστεύειν γενήσεται.
Καὶ πόθεν τοῦτο; Σαφῶς ὑμῖν παραστήσω ἐξ αὐτῶν
τῶν ραφῶν. θησὶ γάρ· Ἐλεημοσύναι καὶ πίστις
μὴ ἐκλειιπέτωσάν σοι· καὶ πάλιν· Ἐλεος καὶ
ἀλῆθεα προπορεύσεεαι· καὶ ἀλλαχοῦ· Ἐλεον
θέλω, καὶ οὐ θυσίαν· καὶ, Ὁ ἐλεῶν πτωχόν Θεῷ
δστείξει. Ὅμως ἵνα τὰ πλεῖστα τὸ παρὸν ταμιεύ-
σωμαι, ἐπὶ παραδείγματος, μᾶλλον δὲ ἀπʼ αὐτοῦ τοῦ
πράγματος ὑμῖν δηλώσω τὸ τῆς ἐλεημοσύνης ὑπερ-
έχον ἀξίωμα.
2. Ἐὰν γὰρ ἔλθῃς αὕριον ὡχρὸς μὲν τῇ ὄψει
καὶ κάτω νενευκὼς πάντοθεν, τὰ τῆς νηστείας ἐν-
αργῆ τεκμήρια ἐπιφερόμενος· στήσεται δέ σοι ἐσμὸς
πενήτων, λιμῷ καὶ δίψει κατατρυχόμενος, ψύχει
καταπηγνύμενος, μυρίαις σε ἱκετηρίαις φωναῖς ἐπʼ
ἔλεον προσκαλούμενος· εἶτα ἀπέλθῃ κενὸς, μηδε-
μίαν παρὰ σοῦ τῆς ἐνδείας παραμυθίαν δεξάμενος·
τί σου λοιπὸν ἡ νηστεία λογισθήσεται; Οὐχὶ τῆξις
μόνον σώματος, μηδὲν ἐπιφέρουσα τῷ μετιόντι τὸ
δφελος; Ἀλλά μοί φησιν (βστις ποτὲ ἦν ὁ ταῦτα
Pros. m, 3. ⁵ Pεαl. μακXv, 15. VMutth. x
.. διδομένους.
(14) Κurte οἰκείας..
(15) Ἐπαγαγοῦσαν.
Pμrunor. Gε. XΚXXIS8.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.