PG 40, col. 165

νου τὴν δύναμιν καταμάθωμεν, ὴ τῶν ἐνδυμάτων
πρώτη διαγνωσθήτω χρῆσις, μέχρι πόσου καὶ τίνος
παραληφθήσεται, ὅροις καὶ κανόσι περιλαμϐανομένη
σιῦφροσι. Τί τοίνυν ὁ τοῦ δικαίου νόμος φησίν· Πρό-
ϐατον ό Θεὸς ἔκτισεν εὔκομον τὴν δορὰν, καὶ τοῖς
μαλλοῖς εύθηνούμενονο τοῦτο λαϐὼν, ἀπόκειρον, καὶ
δοὺς ὑφαντικῇ τέχνῃ τὴν ὓλην, χιτῶνα σαυτῷ καὶ ίμά-
τιον κατασκεύασον, ὅπως ἂν διαφεύγῃς χειμῶνος τα-
λαιπωρίαν, καὶ τῆς ζεούσης ἀκτῖνος βλάϐην ³. El δέ
σοι καὶ κουφοτέρας ἐσθῆτος χρεία κατὰ τὴν ὥραν
τοῦ θέρους, ἔδωκεν ὁ Θεὸς τοῦ λίνου τὴν χρῆσιν είς
πλατυτὲραν ἀπόλαυσιψ καί σοι ῥᾷστον ἐκεῖθεν κτή-
σασθαι σκέπην εὐσχήμονα, ἀμφιεννῦσαν όμοῦ καὶ
ἀναψύχουσαν τῇ κουφότητι. Καὶ τούτων ἀπολαύων,
ὁμολόγει τῷ κτίστῃ τὴν χάριν, ὑπὲρ ὧν οὐκ ἐποίησεν
μόνον ἡμᾶς, ἀλλά καὶ τῆς πρὸς τὸ ζῇν ἀσφαλείας
ἐφρόντισεν. “Av δὲ καταλιμπάνων τὸ πρόϐατον καὶτὸ
ἔριον, καὶ τὴν ἀναγκαίαν τοῦ δημιουργοῦ τῶν ὅλων
παρασκευὴν, ταῖς ματαίαις ἐπινοίαις , καὶ ταῖς ἐμ-
πλήκτοις ἐπιθυμίαις ἐκδιαιτώμενος, τὴν βύσσον ἐπι-
ζητῇς, καὶ συνάγῃς τὰ τῶν Περσικῶν σκωλήκων
νήματα, ἱστὸν δέ ἀράχνης ἀνεμαῖον ὑφαίνῃςο καὶ πρὸς
τὸν ἀνθόϐαφον ἐρχόμενος, μισθοὺς τελεῖς δαψιλεῖς,
ἵνα τὸν κόχλον ἐκ θαλάσσης θηρεύσας, τῷ αἵματι τοῦ
ζῶον χρίσῃ τὸ ἔνδυμα, τοῦτο ὑπερμαζῶντός ἐστιν
ἀνθρώπου, παραχρωμένου τῇ κτήσει, οὐκ ἔχοντος
ὅπου τὸ περιττεῦον ἐκχέῃ. Καὶ διὰ τοῦτο ὁ τοιοῦτος
μαστίζεται, παρὰ τοῦ Εύαγγελίου κατηγορούμενος,
ὡς pug καὶ θηλυδρίας, κόσμοις ἀθλίων κορασίων
καλλωπιζόμενος.
’Δλλοι πάλιν κατὰ τὴν γνώμην τῆς ὁμοίας ματαιό-
τητος ἐρασταί· μᾶλλον δὲ, πρὸς τὺ πλέον τὴν κακίαν
ἀσκήσαντες, οὐδὲ μέχρι τῶν εἰρημένων ἔστησαν τῆς
μωρᾶς ἐπινοίας τοὺς ὄρους’ ἀλλά τινα κενὴν ὑφαντι-
κὴν ἐξευρόντες καὶ περίεργον, ἥτις τῇ πλοκῇ τοῦ
στήμονος πρὸς τὴν κρόκην, τῆς γραφικῆς μιμεῖται
τὴν δύναμιν, καὶ πάντων ζώων τοῖς πέπλοις τὰς μορ-
φὰς ἐνσημαίνεται, τὴν ἀνθινὴν καὶ μυρίοις εἰδώλοις
πεποικιλμένην φιλοτεχνοῦσιν ἐσθῆτα, ἑαυτοῖς τε καὶ
γυναιξὶ, καὶ παισίν· παίζοντες λοιπὸν, οὺ σπουδάζον-
τες· κατὰ τῆς ἀμετρίας τοῦ πλούτου παραχρώμενοι D
τῷ βίῳ, οὐ χρώμενοι, ἀντινομοθετοῦντες τῷ Παύλῳ,
καὶ μαχόμενοι ταῖς θεοπνεύστοις φωναῖς, οὐ γράμ-
μασιν, ana: πράγμασιν. ’Δ γὰρ ἐκεῖνος ἀπεκήρυξε
λόγῳ, ταῦθ’ οὗτοι κρατοῦσι καὶ κυροῦσι τοῖς ἔργοις.
ὀταν οὖν ἐνδυσάμενοι φανῶσιν, ὡς τοῖχοι γεγραμ-
μένοι παρά τῶν συντυγχανόντων ὁρῶνται. Καί που
καὶ τὰ παιδία αὐτοὺς περιίστανται μειδιῶντα πρὸς
ἄλληλα, καὶ δακτυλοδεικνοῦντα τὴν ὲν τοῖς ἱματίοις
γραφήν· βαδίζουσι δὲ παρεπόμενα, οὐκ ἀναχωροῦντα
³ Leg. πλάδον. ³ Sirm. Apog. βολήν.
(2) Rebus abutatur suis, παραχρωμένου ,τῇ κτή-
σςει.’ Legit,iuterpr. κτίσει, cuin reddat: rebus creti:-
tis abutitur. fletum prazstat τὸ κτήσει , ut sit : qui

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.