PG 40, col. 172

τοῦ πτωχοῦ, ἵνα τὴν τοῦ μὴ ἐλεοῦντος στηλιτεύσῃ
σκληρότητα. '0 γὰρ πρὸς λιμὸν καὶ νόσον μηδὲν ε
πάσχων ἐλεεινὸν ἢ συμπαθὲς, θηρίον ἐστὶν ἀλογον,
κακῶς εἰς ἀνθρώπου μορφωθὲν σχῆμα, ψευδόμενον
τῇ προαιρέσει τὴν φύσιν ’ μᾶλλον δὲ καὶ αὐτῶν τῶν
θηρίων ἀσυμπαθέστερον· εῐ γε χοίρου μὲν σφαζοκ
μένου, ἕλκονται πρός τινα λυπηρὰν αἴσθησιν οξ
χοῖροι, καὶ τῷ νεορρύτῳ αἵματι ἀνιαρά ἐπιτρύζουσιο
περιίστανται δὲ τοῦ ταύρου τὸν φόνον οί βόες, ἐμ-
παθεϊ μυκηθμῷ τὴν ἀλγὴν σημαίνοντες. Ἀγέλαε δέ
γεράνων, μιᾶς τῶν συννόμων περιπεσούσης θηρά-
τροις, περιίπτανται τὴν κρατουμένην, καί τινος
όδυρτικῆς κλαγγῆς τὸν ἀέρα πληροῦσιν, τὴν όμό-
γικὸν ζῶον καὶ ἥμερον, καὶ καθ’ ὁμοιότητα Θεοῦ τὴν
ἀγαθότητα παιδευόμενον, μικρὸν οὕτω φροντίζειν
τῶν συγγενῶν ἐν ταῖς ὀδυνηρῶς τῶν συμφορῶν
πεοιστάσεσινί
περιστασεσινι
Ἐκειτο τοίνυν ό πολυώδυνος καὶ εὐχάριστος
πένης, πόδας οὐκ ἔχων (ἦ γὰρ αὐτὸν ἀλάστορα καί
ὑπερήφανον ἔφυγεν, ἕτερον τόπον ἐκλεξάμενος ἀντὶ
τῆς ξενοκτόνου πύλης, τῆς κεκλεισμένης τοῖς πέρ
νησιν), χειρῶν ἀφῃρημένος, καὶ οὐδὲ παλάμην
ἔχων προτείνειν είς αἴτησιν, ἐμφραχθεὶς αὐτὰ τὰ
ὄργανα-τῆς φωνῆς, καί τινα βραγχιῦσαν καὶ τρα-
χεῖαν τῶν στέρνων ἠχὴν περιιέμενος, πᾶσιν ἀπλῶς
ἠκρωτηριασμένος τοῖς μέλεσιν, νόσου πονηρᾶς λεί-
ψανον, ἐλεεινὸν ὑπόδειγμα τῆς ἀνθρωπίνης ἀσθε-
νείας. Ἀλλ’ ὅμως ούδέ τοσοῦτος κατάλογος συμφο-
ρῶν ἔκλινεν πρὸς ἐπίσκεψιν τὸν ὑψαύχεναο παρῄει
δὲ ἀς λίθον τὸν ἄνθρωπον, ἀπροφάσιστον τὴν ἀμαρο
τίαν ἐπιτελῶν.ού γὰρ εἶχεν ἐγκαλούμενοςλέγειν ταῦτα
τὰ κοινά καὶ εὐπρόσωπα’ Οὐκ ἔγνων, Οὐκ ᾕδεινσ
Ἐλαθέν με ποτνιῶν ό πτωχός· ὃς ἔκειτο πρὸ τῆς πύλη ς,
εἰσιόντος καὶ ἐξιόντος θέαμα, ἵνα ἀπαραίτητον ἐρο
γάσηται τοῦ ὑπερηφάνου τὴν καταδίκην. Ἐπεθύμει
καὶτῶν ψιχίων τῆς τραπέζης, καὶ οὐδὲ τούτων
,ἐτύγχανεν ἀλλ’ ό μὲν τῇ πλησμονῇ διερρήγνυτο·
ό δὲ, ὑπὸ τῆς ἐνδείας ἐτήκετο. Καλόν οὖν ἦν καὶ ‘
δίκαιον τὴν Χαναναίαν ἐκείνην τὴν Φοίνισσαν διδά-
σκαλον ἐπιστῆσαι τῷ μισανθρώπῳ πλουσίῳ, λέ-
γουσαν ἐκεῖνα τὰ γεγραμμένα’ ὅτι, Ὦ ἀλάστορ καὶ
ὑπερήφανε, καί τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψι-
κίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν
κυρίων αὐτῶν· σὺ δέ τὸν ἀδελφόν σου, τὸν ὁμόφυ-
λον, ταύτης τῆς δωρεᾶς οὐκ ἠξίωσαςς Ἀλλ’ οί μὲν
κυνες ἐπιμελῶς ἐτρέφοντο, κατ’ ίδίαν oi φύλακες ,
χωρὶς oi θηρευταί· καὶ στέγης ἠξιοῦντο καὶ κλίνης,
καὶ θεραπευτὰς εἶχον ἀποκεκληρωμένους κατά
σπουδήνο ἔρριπτο δὲ χαμαὶ ἡ τοῦ Θεοῦ εἰκὼν ἀμε-
λουμένη καὶ πατουμένη, ἢν ίδίᾳ χειρὶ ό τῶν ὅλων
ἀριστοτέχνης καὶ δημιουργὸς διεπλάσατοο εί τῳ ς

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.