PG 40, col. 180

τῆς ὲνσάρκου ζωῆς, γλυκεῖά τις καί εὐφραίνουσα ή
ἐνθάδε ἀπενεμήθη κατάστασις. Πρδς δὲ τούτοις, καὶ
χάσμα μέγα εἰναί φησιν τὸ κωλύον αὐτοὺς τὴν πρὸς
ἀλλήλους ἐπιμιξίαν, καὶ διεῖργον τοὺς τιμωρουμένους
ἀπὸ τῶν τιμωμένων, ἵνα εὐκρινῶς διάγωσιν ἀπ’ ἀλ-
λήλων ἀμφότεροι , ἁσύγχυτον ἔχοντες τῶν ἀγαθῶν
καί¹ τῶν κακῶν τὴν ἀπόλαυσιν. Οἶμαι δὲ τὴν αἰσθη
τὴν παραϐολὴν νοητῆς εἶναι θεωρίας αἴνιγμα. Οὐ
γὰρ δὴ τάφρον ὅντως ἐννοήσωμεν ἐκεῖ πρὸς τῶν ἀγ-
γέλων διορυχθεῖσαν , οἷάπερ ἐν τοῖς στρατοπέδοις
γίνεται τά τῶν πολεμίων μεταίχμιαο ἀλλά τὸν χω-
ρισμὺν ἡμῖν ὁ Λουκᾶς ὑπογράφων , ὃν ἀπ’ ἀλλήλων
είσὶ κεχωρισμένοι, οἵ τε κατ’ ἀρετὴν , καὶ οἰ ἑτέρως
ζήσαντες, ὑπέθετο τὴν εἰκόνα τοῦ χάσματος. Ἑπι-
σφραγιςεται τὴν διάνοιαν ἡμῖν ταύτην καὶ Ἡσαΐας,
οὕτω πως λέγων’ Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου
τοῦ σῶσαι, ἣ ἐϐάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦ-
a’at; Ἀλλὰ τὰ ἁμαρτήματα ἡμῶν διιστῶσιν ἀνὰ
μέσον τοῦ Θεοῦ.
B’.
Ὀμιλία ἐκ τοῦ scatit Actiacas: Etiam-c.1100, εἰς
· τὸν οἰκονόμον τῆς ἀδικίας.
Πολλάκις ὑμῖν εἷπον διαλεγόμενος, ὅτι πεπλασμένη
τις καὶ ψευδὴς ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα,
πληθύνει τὰ ἁμαρτήματα, καὶ ἐλαττοῖ τά ἀγαθά,
ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας
ἀσκεῖν. Αὕτη δέ ἐστιν τὸ νομίζειν, ὅτι πάντα ὅσα
ἔχομεν ἐν τῇ χρήσει τοῦ βίου, ὼς κύριοι κεκτήμεθα
καὶ δεσπόται. Kal. ταύτης ἕνεκεν τῆς ὑπολήψεως,
σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχόμεθα, καὶ πολεμοῦμεν,
καί δικαζόμεθα. καί εἰς ἄκρον αὐτῶν περιεχόμεθα,
ὡς ἐξαιρέτων κτημάτων. Ἡ δὲ ἀλήθεια οὐχ οὕτως
ἔχει · ἀλλὰ καὶ σφόδρα ἐναντίως. Πάντα γὰρ ὧν ἀκε-
λάϐομεν, οὐχ ἡμέτερα ' οὔτε μὴν ἡμεῖς, ὡς αὐθένται
καὶ κύριοι, τῷ βίῳ τούτῳ, ὡς ἡμετέρᾳ οἰκίᾳ, ἐν-
ῳκίσθημεν’ἀλλ’ ὡς πάροικοι, καὶ ἐπήλυδες, καί⁸ μετ-
ανάσται, ἀγόμεθα ὄπου οὐ θέλομεν, καὶ ἡνίκα οὐ
προσεδοκῶμεν. Ἀφαιρούμεθα δέ τῶν ὄντων, ὅταν
δόξῃ τῷ Κυρίῳ, τῆς κτήσεως. Διὸ καὶ εὐμετάϐολον
χρῆμά ἐστιν τδ τῆς ἐπικήρου ταύτης ξωῆς’ καὶ ό
σήμερον ἔνδοξος, αὔριον ἐλεεινὸς, οἴκτου καὶ βοηθείας
ἄξιος · ό νῦν εὔπορος καὶ εὐθηνούμενος ταῖς ὕλαις
τοῦ πλούτου, πένης μετά μικρὸν, οὐδὲ τὸν ἄρτον
οἴκοθεν ἔχων, ὃν προσφέρηται εἰς ζωήν. Καὶ τούτῳ
vitam ipsam ac omnia ab eo habentes, sic velut
precario, ut eum voluerit repetat, atque ad usus ac
administrationis rationem cogat :atque adeo nihil
ad rem quem citat locus .lttdith. Ix l7: Βασιλεῦ
πάσης κτίσεως σουίιίεα· omnis creatum luat. Sic
paulo post repetit κύριον τῶν χρημάτων καὶ κτη-
μάτων, ac tota passim bomilia.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.